Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἕως πότε ἐπιτίθεσθε εἰς ἄνθροπον; κ. τ. ἑ. Τοῦτο ὅμοιόν (2) ἐστι τῷ,« Νῦν ζητεῖτέ με ἀποκτεῖναι. » Ἄνθρωπον ζητοῦσιν ἀποκτεῖναι· καὶ εἱ ἐπιτιθέμενοι ἀνθρώπῳ ἐπιτίθενται.

Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, κ. τ. ἑ. Τιμὴ τῆς (3) λογικῆς ψυχῆς ἀρετὴ καὶ γνῶσις.

Πλῆν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπὶ μὲν τῇ προτέρᾳ (4) ὑποταγῇ σωτήριον, ἐπὶ δὲ τῇ δευτέρᾳ ὑπομονὴ παρὰ Θεοῦ. Καὶ γὰρ, φησὶ, πολλὰ τὰ παρὰ τούτων ἐπαγόμενα κακά· ἀλλὰ πρὸς αὐτὸν βλέπω τὸν Θεὸν, αὐτὸν ἔχων προσδοκίαν καὶ ἐλπίδα· διὸ καὶ ὑπομένω τὰ γενόμενα· εἰωθὼς γάρ μοι βοηθεῖν, βοηθήσει καὶ νῦν, καὶ οὐ συγχωρήσειτούτοις τὸν οἰκεῖον ἐξανύσαι σκοπὸν, ὥστε περιγενέσθαι μὲν ἡμῶν, ἀναστῆσαι δὲ καὶ ἀποδιῶξαι τῶν ἡμετέρων, καὶ ἐν φυγῇ καταστῆσαι.