Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἱ, τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. Ἰδιθοὺμ κριτοῦ (98) ἐρχομένου Δαυῖδ ἱκανοῦ χειρί. Ἔστι δὲ ὁ ψαλμὸς περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ αἰωνίου κριτοῦ ἐρχομένου, τοῦ ὄντος ἱκανοῦ χειρί.

Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. Πᾶς ὁ ὑποτασσόμενός (99) τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν.

Τοῦ αὐτοῦ. Τὸ, « ὑποταγήσεται (I), » ἐπεὶ ὁ Σωτὴρ λέγει, ἀναφέρεται εἰς τὸ, « τότε Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. » Ὅτι δὲ τὸν Πατέρα λέγει, δῆλον ἐκ τοῦ, « Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει. » Ἅμα δὲ μανθάνομεν, ὅτι τὸ ὑποταγησόμενον ψυχή ἐστιν· ὅτι τὸ σωτήριον τῆς ψυχῆς ἡ αὐτοσωτηρία παρὰ Θεοῦ ἐστι, διὸ αὐτὸς ὁ Σωτήρ ἐστι τοῦ ταῦτα λέγοντος· καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ. Διὸ Θεῷ ὑποτασσώμεθα, τῷ ἀντιλαμβανομένῳ τῶν αὐτῷ μόνῳ ὑποτασσομένων, καὶ σώζοντι αὐτοὺς, ὥστε διὰ τὴν πρὸς τὸν Θεὸν αὐτῶν ὑποταγὴν ἐπὶ πλεῖον ἑστηκέναι αὐτοὺς ὑπὸ μηδενὸς σαλευομένους. « Ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Ἤτοι ὅτι ἐσαλεύθη, ἐξ οὗ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ταῦτά φησιν, ὡς ὀλίγον σαλευθεὶς διὰ τὸν ὀλίγον ἐν σώματι χρόνον· εἴτουν περίλυπος γενόμενος τὴν ψυχὴν. ἤρξατο μόνον λυπεῖσθαι, καὶ τεταράχθαι ὀλίγον, λέγει τὸ, « Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. » [*]((98) Ἰδιθοὺμ κριτοῦ, etc. Eadem.) [*]((99) Πᾶς ὁ ὑποτασσόμενος, etc. Eædem.) [*]((I) Τὸ, ὑποταγήσεται, etc. Catena Corderii.)

1485
Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς οἱ ἐπὶ πλεῖον σαλευόμενοι.

Ἕως πότε ἐπιτίθεσθε εἰς ἄνθροπον; κ. τ. ἑ. Τοῦτο ὅμοιόν (2) ἐστι τῷ,« Νῦν ζητεῖτέ με ἀποκτεῖναι. » Ἄνθρωπον ζητοῦσιν ἀποκτεῖναι· καὶ εἱ ἐπιτιθέμενοι ἀνθρώπῳ ἐπιτίθενται.

Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, κ. τ. ἑ. Τιμὴ τῆς (3) λογικῆς ψυχῆς ἀρετὴ καὶ γνῶσις.

Πλῆν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπὶ μὲν τῇ προτέρᾳ (4) ὑποταγῇ σωτήριον, ἐπὶ δὲ τῇ δευτέρᾳ ὑπομονὴ παρὰ Θεοῦ. Καὶ γὰρ, φησὶ, πολλὰ τὰ παρὰ τούτων ἐπαγόμενα κακά· ἀλλὰ πρὸς αὐτὸν βλέπω τὸν Θεὸν, αὐτὸν ἔχων προσδοκίαν καὶ ἐλπίδα· διὸ καὶ ὑπομένω τὰ γενόμενα· εἰωθὼς γάρ μοι βοηθεῖν, βοηθήσει καὶ νῦν, καὶ οὐ συγχωρήσειτούτοις τὸν οἰκεῖον ἐξανύσαι σκοπὸν, ὥστε περιγενέσθαι μὲν ἡμῶν, ἀναστῆσαι δὲ καὶ ἀποδιῶξαι τῶν ἡμετέρων, καὶ ἐν φυγῇ καταστῆσαι.