Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, κ. τ. ἑ. Δύο τίθησιν ἐνταῦθα, (33) τὸ ἐπιστρέψαι, καὶ ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ. Τὸ γὰρ μάλιστα τοῖς δικαίοις ἦν περισπούδαστον. « Ἐπίστρεψον, » οἷον, Εἰς τὴν οἰκειότητα ἀποκατάστησον. Ἀλλὰ καὶ ῥῦσαι ἐν πολεμίοις αὐτὴν οὖσαν. Ἀπεστράφης διὰ τὰς ἁμαρτίας μου, ἐπίστρεψον διὰ τὴν φιλανθρωπίαν σου, καὶ πρὸς παίδευσιν ἐνδούς με τοῖς πειρασμοῖς.

Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δέ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; κ. τ. ἑ. Ὁ μνημονεύων (34) Θεοῦ τοῦ λέγοντος· « Ἐγώ εἰμι ἡ ζωὴ, » οὐκ ἔστιν ἐν τῷ θανάτῳ. Οὐκ ἔστιν ἐν τῷ θανάτῳ τῷ ἐσχάτῳ ἐχθρῷ Θεοῦ τυγχάνοντι μεμνῆσθαί σου· διὸ ῥῦσαί με ἀπʼ αὐτοῦ, ἵνα πάλιν μνημονεύω σου. Διὰ τοῦτο δὲ καὶ οἱ πρὸ θανάτου ἁμαρτάνοντες οὐ μέμνηνται τοῦ Θεοῦ. Ἤτοι ἐν ᾅδῃ οὐδεὶς ἐξομολογήσεται, ἢ πάνυ ὀλίγοι· τοῦτο γὰρ ἐμφαίνει ἀπὸ ταύτης, καὶ μήποτε διὰ τό· « Ἐλθέτω δὴ θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. » Οἱ ζῶντες εἰς ᾅδου καταβαίνοντες μεμνῆσθαι δύνανται τοῦ Θεοῦ ὡς οὐκ ὄντες ἐν τῷ θανάτῳ, καὶ ἐξομολογεῖσθαι αὐτῷ.

Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, κ. τ. ἑ. Τοιοῦτον στεναγμὸν (35) οἱ υἱοὶ Ἰσραὴλ στενάξαντες ἐν Αἰγύπτῳ, εἰσηκούσθησαν. Καὶ Παῦλος δὲ λέγων· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, » τὸ ὅμοιον ποιεῖ. Τοιοῦτόν ἐστι καὶ τὸ, « Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. » Καὶ οὐκ ἀρκεῖ στενάξαι, ἀλλʼ ὤστε κοπιάσαι δεῖ. Χαριέντως δὲ εἰς προτροπὴν ἁγνείας χρησόμεθα τῷ λόγῳ τούτῳ· « Λούσω καθʼ ἑκάστηνμ νύκτα τὴν κλίνην μου, » ὑπὸ μόνων τῶν ἀεὶ καθαρευόντων ἀπὸ μίξεως φάσκοντες καλῶς λέγεσθαι τὸ, « Λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου· » οὗτοι δὲ, καὶ σχολάζοντες τῇ προσευχῇ, ἐν δάκρυσι βρέχουσιν ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις πάλαι τὴν στρωμνήν. Διὰ τοῦτο εἶπε· « Μακάριοι οἱ κλαίοντες νυν. »

Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, κ. τ. ἑ. Οὐδὲν οὕτω (63) τυψλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. Διὰ ταύτην τὴν τοῦ ὀφθαλμοῦ ταραχὴν οὐ καθαρῶς, ἀλλὰ συγκεχυμένως ὁρᾷ καὶ ὁ βλέπειν τὰ νοητὰ δοκῶν. Τὸ δὲ, « ἐπαλαιώθην, » οἷον, Παλαιὸς καὶ πολυχρόνιος γέγονα, ἐν αὐτοῖς διατρίβων ἐν τῷ βίῳ ὅπου εἰσίν· ἢ, Τὸν παλαιὸν παῤ αὐτοῖς ἀνέλαβον ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, « τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. »

Ἀπόστητε ἀπʼ ἐμού, πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν, κ. τ. ἑ. Δαιμόνων τὸ (37) διὰ παντὸς τὶν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων τὸ μὴ διὰ παντός· ἀγγέλων τὸ μηδέποτε.

Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ [*](76 Joan. xiv, 6, 77 Psal. liv, 16 78 II Cor. v, 4 79 Psal. xxxvii, 9. 80 Luc. vi, 21. Ephes. iv, 22.) [*](Coislinianus, Barbarus.) [*]((36) Οὐδέν οὕτω, etc. Corderius, codex Coislinianus, Barbarus.) [*]((37) Δαιμόνων τό, etc. Schedæ Grabii, Barbarus.)

1177
μου. Εἰσήκουσε Κύρος τῆς δεήλεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο, κ. τ. ἑ. Ὁ τῶν κλαιόντων (38) μακαρισμὸνσυνιεὶς, καὶ κλαίων, ταῦτα ἐρεῖ πᾶσι τοῖς παροῦσιν αὐτῷ ἐργαζομένοις τὴν ἀνομίαν, ὁρατοῖς, ἀοράτοις. Πρῶτον δὲ ὁ Θεὸς φωνῆς καὶ κλαυθμοῦ ἀκούει, εἶτα δεήσεως, εἶτα τὴν προσευχὴν προσδέχεται.

Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντεςοί ἐχθροί μου, κ. τ. ἑ. Ἡαἰσχύνη (39) εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα. Παύσασθε, φησὶν, ἐμοὶ τὰ ὀνείδη προσφέροντες· τὰ οἰκεῖα δὲ κακὰ λογιζόμενοι, αἰσχύνης καὶ ταραχῆς ἀναπλήσθητε. Δίκαιον γὰρ καὶ φοβερὸν τὸ θεῖον κριτήριον.

ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους, κ. τ. ἑ. Ἐὰν νικήσωμεν (40), τὰ ἀντιπαλαίοντα καταισχύνονται, μάλιστα ὅτε τις ὁ ἄνθρωπος τούτων κρείττων εὑρίσκεται, καὶ συγχέων ταράσσει αὐτὰ τῇ ἑαυτοῦ σοφίᾳ. Τάχα δὲ καὶ ἐπιστρέφει αὐτὰ αἰσχυνθέντα, καὶ ταχέως ὁ ἅγιος τοῦτο ποιεῖ.

Τοῦ αὐτοῦ. Νοήσεις ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν κατασκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ, καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιβαίνοντας, ἐν οἷς Ελεγον· « Οὐκ ἕστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. »

Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἥλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, κ. τ. ἑ. Καθʼ ἕκαστον (42) τῶν ἐπὶ ἁμαρτίᾳ ὲρεθισμῶν, διωκόμεθα ὑπὸ τοῦ ἐνεργοῦντος τὸ ἐρεθίζον. Διόπερ ἐκ τούτου νόει ὅσοι διώκουσι τὸν ἄνθρωπον, ἐξ ὧν ὁ Προφήτης ῥυσθῆναι εὔχεται, εἰ μὴ ῥυσθείη, τῆς ψυχῆς αὐτοῦ ὡς ὑπὸ λέοντος ἁρπασθησομένης. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, κ. τ. ἑ. Πρὸς ἀμνησικα

[*](82 Psal. III, 3.)[*]((38) Ὁ τῶν κλαιόντων, etc. Corderius.)[*]((39) Ἡ αἰσχύνη, etc. Schedæ Grabi, Barbarus.)[*]((40) Ἐὰν τακήσωμεν, etc. Schedæ Grabi, Babarus.)
1181

Τῳῦ αὐτοῦ. « Ὅταν ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. »

Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, κ. τ. ἑ. Ὅταν οὐκέτι (50) ἁμαρτάνῃ τις, συντελεῖται αὐτοῦ ἡ πονηρία· ἢ πονηρία τῶν ἁμαρτωλῶν ὁ διάβολός ἐστι.

Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοὺ, καταβήσεται, κ. τ. ἑ. Μήποτε παρασεσιωπημένως (51) ταῦτα περὶ τοῦ διαβόλου εἵρηται. Οὗτος γὰρ πρὸς τούτοις καὶ ὠδίνησεν ἀδικίαν καὶ τὰ ἐξῆς, ὀργὴ τυγχάνων. Ὁ Πατὴρ δὲ τοῦ εἰπόντος· « Ἐγώ εἰμι ἡ ζωὴ, » οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. Διὸ περὶ τοῦ διαβόλου ταῦτα λέγεσθαι νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἂ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν.

Τοῦ αὐτοῦ εἰς τό· Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, κ. τ. ἑ. Σκεύη θανάτου (52) εἰσὶν ἀκάθαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παῦλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ Κύριος. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν, κ. τ. ἑ. Ὁ μὴ φιλόθεος (53), ἀλλὰ φιλήδονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διάλειμμα, καὶ ὡδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνάλογον οἷς ἀναδέχεται διʼ ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνομίας, ἀνομίαν ἑκάστην μισῶν.