Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν. κ. τ. ἑ. Ἡμεῖς μὲν (91), φησὶ, δἰ ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν· ὅπως πάσης κολαστικῆς τιμωρίας ἕξω γένοιντο. Τοὑτον δὲ τοῦ σημείου τύπος ἧν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον οἶμα.
Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος (92) ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, « Εἰσἀκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, » εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεης, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.
Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, κ. τ. ἑ. Ἀκηδιᾷ (93) γὰρ ὡς ἀληθῶς καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάνπα ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἀνομίᾳ, καὶ ἀσεβείᾳ, ᾗ ἔπραξαν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ· διὸ αὐτὸς μὲν ἔφυγε [*]((92) Ὁ αἰσθανόμενος, etc. Catena Corderii.) [*]((93) Ἀκηδιᾷ, etc. Eadem.)
Ἐν πέτρᾳ ὕψωσάς με, κ. τ. ἑ. Πέτραν σημαίνεσθαι (94) ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γενόμενος., τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ « σοφία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς ») μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ Σωτῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος, « Δεῦτε ὀπίσω μου, » ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἅλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἵτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ Δαυῒδ, μεθʼ ὕμνου λέγει τῷ Κυρίῳ « Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· » οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ· σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβὴς διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου, καὶ πολεμεῖν ἑλοντος. Δύναται ἀναφορὰν ἔχειν εἰς τὸ, « ἀπὸ προσώπου ἐχθροῦ, » καὶ τὸ, « ὡδήγησάς με, » εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος· ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. Ἐλπὶς τῶν ἀγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ Σωτήρ· περὶ οὗ φησι Παῦλος· « Καὶ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν » καὶ ἡ προφητεία· « Ἐπʼ αὐτῷ ἕθνη ἐλπιοῦσιν. » Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁχιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὅ δηλοῖ τὸ, « Τίς κατασκηνώσει ἐν ὅρει ἁγίῳ σου; » Αἰώνιον γὰρ τοῦτο ταυτὸν ὃν τῇ σκηνῇ, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ, ὡς καὶ Ἅγια ἀγίων εἶναι, ἀλλʼ οὖν ἐστι μετʼ αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν, καθʼ ἣν ἔσονται ἐν Πατρὶ καὶ Υἱῷ, μᾶλλον δὲ τῇ Τριάδι· διὸ παροικεῖν εἰς τοὺς αἰῶνας, ἀλλʼ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ Θεοῦ σκέπῃ.
Ἔδωκας κληρονομίαν τοῖς φοβομένοις, κ. τ. ἑ. Πλούσιος γὰρ (95) ὣν, φησὶ, καὶ μεγάλας δωρεὰς παρέχεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέδωκας· εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὅνομα αὐτοῦ ὁ Θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν Θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται, ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ Θεοῦ προσηγορίᾳ, τῶν ἑνωθέντων αὐτῷ τῷ Θεῷ· ὅρα ὡς καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοτο. ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν.
[*](64 Cor. I, 30. 65 Matth. IV, 19. 66 I Tim. I, 1.)[*]((94) Πέτρον σημαίνεσθαι, etc. Calena Corderii.)Τοῦ αὐτοῦ. Τάχα (96) κληρονομίαν τὴν ἀνάλογον τῷ Ἰσραὴλ ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, τὴν δὲ ἀνάλογον τοῖς Λευῒταις ἔδωκε τοῖς ἀγαπῶσιν αὐτόν.
Οὕτως ψαλῶ τῷ ὀνόματί σου, κ. τ. ἑ. Ἐπεὶ ὧν (97) ἠξίωσα παρὰ σοῦ τέτυχα, εὐχάριστος οὕτω γεγονὼς « ψαλῶ τῷ ὀνόματί σου, » ὑμνῶν δἰ ἔργων, νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπʼ ἐμοὶ κληρωθεῖσαν προσηγορίαν σου. Καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας ἃ ηὐξάμην ἀποδώσω· ὥσπερ ὁ Ἰακώβ φησιν· « Ἐὰν δῷ μοι ὁ Θεὸς ἄρτον φαγεῖν, » καὶ τὰ ἑξῆς, « πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά· » πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ,« Ηὔξατο ὁ Ἰακώβ λέγων τὸ, Ἐὰν ᾖ Κύριος μετʼ ἐμοῦ,» ἕως τοῦ, « Δεκάτην ἀποδεκατώσω σοι αὐτά. » Εὖ δὲ καὶ τὸ εἰπεῖν, ἡμέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι, ψάλλειν τε τῷ ὀνόματι τοῦ Θεοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν ἕως τοῦ μέλλοντος αἰῶνος· τὸ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι, ἕως ἔτι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· οὗτος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. Ἕως οὖν ἐν βίῳ ἐσμὲν τὰς εὐχὰς ἀποδώσωμεν, ἵνα καὶ ψάλλειν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ Θεοῦ δυνηθῶμεν.
Εἱ, τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. Ἰδιθοὺμ κριτοῦ (98) ἐρχομένου Δαυῖδ ἱκανοῦ χειρί. Ἔστι δὲ ὁ ψαλμὸς περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ αἰωνίου κριτοῦ ἐρχομένου, τοῦ ὄντος ἱκανοῦ χειρί.
Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. Πᾶς ὁ ὑποτασσόμενός (99) τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν.
Τοῦ αὐτοῦ. Τὸ, « ὑποταγήσεται (I), » ἐπεὶ ὁ Σωτὴρ λέγει, ἀναφέρεται εἰς τὸ, « τότε Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. » Ὅτι δὲ τὸν Πατέρα λέγει, δῆλον ἐκ τοῦ, « Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει. » Ἅμα δὲ μανθάνομεν, ὅτι τὸ ὑποταγησόμενον ψυχή ἐστιν· ὅτι τὸ σωτήριον τῆς ψυχῆς ἡ αὐτοσωτηρία παρὰ Θεοῦ ἐστι, διὸ αὐτὸς ὁ Σωτήρ ἐστι τοῦ ταῦτα λέγοντος· καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ. Διὸ Θεῷ ὑποτασσώμεθα, τῷ ἀντιλαμβανομένῳ τῶν αὐτῷ μόνῳ ὑποτασσομένων, καὶ σώζοντι αὐτοὺς, ὥστε διὰ τὴν πρὸς τὸν Θεὸν αὐτῶν ὑποταγὴν ἐπὶ πλεῖον ἑστηκέναι αὐτοὺς ὑπὸ μηδενὸς σαλευομένους. « Ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Ἤτοι ὅτι ἐσαλεύθη, ἐξ οὗ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ταῦτά φησιν, ὡς ὀλίγον σαλευθεὶς διὰ τὸν ὀλίγον ἐν σώματι χρόνον· εἴτουν περίλυπος γενόμενος τὴν ψυχὴν. ἤρξατο μόνον λυπεῖσθαι, καὶ τεταράχθαι ὀλίγον, λέγει τὸ, « Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. » [*]((98) Ἰδιθοὺμ κριτοῦ, etc. Eadem.) [*]((99) Πᾶς ὁ ὑποτασσόμενος, etc. Eædem.) [*]((I) Τὸ, ὑποταγήσεται, etc. Catena Corderii.)
Ἕως πότε ἐπιτίθεσθε εἰς ἄνθροπον; κ. τ. ἑ. Τοῦτο ὅμοιόν (2) ἐστι τῷ,« Νῦν ζητεῖτέ με ἀποκτεῖναι. » Ἄνθρωπον ζητοῦσιν ἀποκτεῖναι· καὶ εἱ ἐπιτιθέμενοι ἀνθρώπῳ ἐπιτίθενται.
Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, κ. τ. ἑ. Τιμὴ τῆς (3) λογικῆς ψυχῆς ἀρετὴ καὶ γνῶσις.
Πλῆν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπὶ μὲν τῇ προτέρᾳ (4) ὑποταγῇ σωτήριον, ἐπὶ δὲ τῇ δευτέρᾳ ὑπομονὴ παρὰ Θεοῦ. Καὶ γὰρ, φησὶ, πολλὰ τὰ παρὰ τούτων ἐπαγόμενα κακά· ἀλλὰ πρὸς αὐτὸν βλέπω τὸν Θεὸν, αὐτὸν ἔχων προσδοκίαν καὶ ἐλπίδα· διὸ καὶ ὑπομένω τὰ γενόμενα· εἰωθὼς γάρ μοι βοηθεῖν, βοηθήσει καὶ νῦν, καὶ οὐ συγχωρήσειτούτοις τὸν οἰκεῖον ἐξανύσαι σκοπὸν, ὥστε περιγενέσθαι μὲν ἡμῶν, ἀναστῆσαι δὲ καὶ ἀποδιῶξαι τῶν ἡμετέρων, καὶ ἐν φυγῇ καταστῆσαι.
Ἐλπίσατε ἐπʼ αὐτόν. πᾶσα συνσγωγὴ λαοῦ, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε (5)· Μὴ μόνον τὸ κατʼ ἐκλογὴν χάριτος τὸ λεῖμμα· ὅπερ ἔσται, ὅτε πᾶς Ἰσραὴλ σωθήσεται. « Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. » Ὁ πάντα τὸν φαῦλον ἀποθέμενος διαλογισμὸν, καὶ ἄκρως μετανοήσας, ὡς μηδὲ μεμνῆσθαι τῶν χειρόνων, ἐξέχεεν ἐνώπιον αὐτοῦ τὴν καρδίαν ἑαυτοῦ. « Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. » Ἑκάστῳ ἀποδώσει ὁ Θεὸς κατὰ τὰ ἔργα, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακὰ, ἢ τὰ πολλὰ, ἢ τὰ ὀλίγα· κατὰ ὁποίων δήποτε μέτρων ποιότητα ἢ ποσότητα, ὧν ἀποδίδωσι.
Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ, τ. ἑ. Μάταιοί εἰσιν (6) οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. Μάταια τὰ ἀνθρώπινα πάντα καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα.
Τοῦ αὐτοῦ. Οὐ ψεύδομαι (7) περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεἴς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβὸλου γεγεννημένοι. Ἀμελοῦσι γὰρ, φησὶ, τῆς ἰσότητος· ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγὰ, καὶ τοῦ μὲν δικαίου καταφρονοῦσι, ἀδικίᾳ δὲ χαίρουσι.
Τοῦ αὐτοῦ. Οἱ κατὰ τοὺς Ο΄ (8) οὔτω· κατὰ δὲ Θεοδοτίωνα· « Ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ ἀνδρὸς ὡς ῥοπὴ ζυγοῦ. » Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλʼ ἀτμῷ ἔοικε ἀναπεμπομένῳ καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ. Ζητεἴται δὲ εἰ οἱ ἄγιοι οὐ μάταιοι. Οὐχ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι. Κατηργήθη γὰρ αὐτῶν ἡ κατὰ ἄνθρωπον γένεσις.
Ἅπαξ ἐλάλησεν ὁ Θκὸς, δύο ταῦτα ἤκουσα, κ. τ. ἑ. Τὸν λόγον (9) ἅπαξ ἐλάλησεν ὁ Θεὸς, τὸν [*](72 Joan. VIII, 40.) [*]((2) Τοῦτο ὅμοιον, etc. Cutena Corderii.) [*]((3) Τιμὴ τῆς, etc. Schedæ Grabii.) [*]((4) Ἐπὶ μὲν τῇ προτέρᾳ, etc. Catena Corderii.) [*]((5) Ὡσεὶ ἔλεγε, etc. Eadem.)
Ὁ Θνὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίῥησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀάτῳ καὶ ἀνύδρῳ· οῦτως ἐν τῷ ἀγίῳ ὤφθην σοι, τοῦ δεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ. Πᾶς ὁ ἀποθέμενος (10) τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν.
Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν (11) διψᾷ ὁ τοῦ καλοοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγάσμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος μεριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἴνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἃν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ δὲ πορνεύων εἵποι ἂν τῷ διαβόλῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ ἐν ἁγνείᾳ δʼ ὣνλέγοι ἂν τὴν ἑαυτοῦ σάρκα « ἐν τῇ ἐρήμῳ· » ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ. καὶ « ἐν ἀβάτῳ, » οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. « Καὶ ἐν ἀνύδρςν· » ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ καταφτροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦχος λέγει· « Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. » Πλὴν ὁ λέγων οὕτως, « ἐν τῷ ἁγίῳ ὥφθην σοι, » ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς. καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ „ἀβάτῳ καὶ ἀνύδρῳ.