Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἴασαι τὰ συντρίμματα αὐτῆς, κ. τ. ἑ. Κινηθεῖσα (89) γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἐξῆς λέγεται· « Ἔδειξας τῷ λαῷ σου σκληρά.
Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. Δείκνυ (90) τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερταί ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοὑ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ, « Ποτήριον ἐν χειρὶ Κυρίου σῖνου ἀκράτου. » Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· « Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. » Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἰ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν.
Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν. κ. τ. ἑ. Ἡμεῖς μὲν (91), φησὶ, δἰ ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν· ὅπως πάσης κολαστικῆς τιμωρίας ἕξω γένοιντο. Τοὑτον δὲ τοῦ σημείου τύπος ἧν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον οἶμα.
Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος (92) ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, « Εἰσἀκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, » εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεης, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.
Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, κ. τ. ἑ. Ἀκηδιᾷ (93) γὰρ ὡς ἀληθῶς καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάνπα ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἀνομίᾳ, καὶ ἀσεβείᾳ, ᾗ ἔπραξαν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ· διὸ αὐτὸς μὲν ἔφυγε [*]((92) Ὁ αἰσθανόμενος, etc. Catena Corderii.) [*]((93) Ἀκηδιᾷ, etc. Eadem.)