Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ. Ὁ λέγων (81) Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· φήσει τὸ, « Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· » ἢ ὁ Σωτὴρ μᾶλλον ταῦτα φήσει.

Τοῦ αὐτοῦ. Οὐκ ἔστι (82) κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ὁδός· μὴ ἄνευ ἀνομἱας δραμόντα.

Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε, κ. τ. ἑ. Τίς ἄρα (83) ἱκανὸς εἰπεῖν τῷ Θεῷ· « Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε; »

Τοῦ αὐτοῦ. Τῷ γὰρ ἀναβαίνοντι (84) διʼ ὑγιοῦς βίου πρὸς Θεὸν ἐξεγείρεται εἰς συνάντησιν ὁ Θεός. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ πατὴρ ἀπαντᾷ τῷ ἐπανερχομένῳ πρὸς αὐτὸν υἱῷ.

Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, κ. τ. ἑ. Ῥομφαία (85) ἐν τοῖς χείλεσι τῶν δύσφημα καὶ ἀσεβῆ διδασκόντων ἑτεροδόξων.

Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νέμου σου, κ. τ. ἑ. Ἀποκτείνει τούτους (86) ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ· « Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντάλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπιάρξουσι, κ. τ. ἑ. Ἀρὰ καὶ ψεῦδος (87) αἰτία τῆς συντελείας· ὡς εἰ μὴ ταῦτα ἦν, οὕτε ὀργὴ οὔτε συντέλεια ἦν.

Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, κ. τ. ἑ. Ὡς ἐκ προσώπου (88) τῶν Ἰουδαίων σψῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπτεῖν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες [*](59 II. Tim. Iv, 7, » Joan. VI, 14. 61 Psal. v, 6.) [*]((78) Ὁ δίκαιος, etc. Iidem mss.) [*]((79) Διὰ τό, etc. Codex Coislinianus secundus.) [*]((80) Ἐθήρευσαν, etc. Catena Corderii et codex Coislinianus secundus.) [*]((81) Ὁ λέγων, etc. Codex Coislinianus.) [*]((82) Οὐκ ἔστι, etc. Schedæ Grabii.) [*]((83) Τίς ἄρα, etc. Eædem.)

1480
ἡμᾶς, » ἣ, κατὰ Σύμμαχον, « ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς » ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εἶτ᾿ ἐπιλέγει· « Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς· » κατὰ δὲ τὸν Ἀκύλαν· « Θυμωθεὶς μετέστρεψας ἡμᾶς.» Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι· μετὰ γοῦν τὴν τοῦ Σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθῃρέθησαν, καὶ ἀπεβλήθησαν, διεκόπησάν τε καὶ περιήχθησαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη.

Ἴασαι τὰ συντρίμματα αὐτῆς, κ. τ. ἑ. Κινηθεῖσα (89) γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἐξῆς λέγεται· « Ἔδειξας τῷ λαῷ σου σκληρά.

Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. Δείκνυ (90) τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερταί ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοὑ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ, « Ποτήριον ἐν χειρὶ Κυρίου σῖνου ἀκράτου. » Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· « Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. » Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἰ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν.

Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν. κ. τ. ἑ. Ἡμεῖς μὲν (91), φησὶ, δἰ ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν· ὅπως πάσης κολαστικῆς τιμωρίας ἕξω γένοιντο. Τοὑτον δὲ τοῦ σημείου τύπος ἧν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον οἶμα.

Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος (92) ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀναφέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, « Εἰσἀκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, » εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεης, σιωπᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέχοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος.