Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀπηλλοτριώθησαν ἰ ἀμαρτωλὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται (71) ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλʼ ἐπὶ τὴν κακίαν ὁδεύοντες.
Θυμὸς αὐτοῖς κατὰ τὴν ὀμοίωσιν τοῦ ὄφεως. ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὧτα αὐτῆς, κ. τ. ἑ. Πᾶσα ψυχὴ (72) μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς.
Τοῦ αὐτοῦ. Διὰ τὸν 73) ὡς ὄφεως τῶν ἁμαρτανόντων θυμὸν λέγεται αὐτοῖς· « Ὄφεις, γεννήματα ἐχιδνῶν· » μὴ ἀνειληφόσι τὸ καθʼ ὁμοιότητα τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὄφεως. Καὶ ὁ μὲν ἅγιος βύει τὰ τα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καὶ ὡσεὶ κωφὸς οὐκ ἀμούει τῶν χειρόνων· ὁ δὲ ἁμαρτωλὸς οὐκ ἀκούει τῶν καλῶν, ὁμοίως ἀσπίδι κωφῇ βυούσῃ τὰ ὦτα αὐτῆς, ἵνα μὴ ἀκούση φωνὴν ἐπᾳδόντων. Βύουσι δὲ καὶ οὗτοι τὰ ὦτα, περὶ ὧν ὁ λόγος, οὐ τὰ τῆς αἰσθήσεως. ἀλλὰ τῆς νοήσεως, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προσφερόντων. Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν.