Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ. τ. ἐ. [*]((64) Τῶν διαβαλλόντων, etc. Eædem schedæ.) [*]((65) Ἐὰν ὑψωθῶ, etc. Eædem.) [*]((66) Δύναται τοῦτο, etc. Codex Coislinianus se. cundus.) [*]((67) Ἐπεὶ ὁ ἐλεούμενος, etc. Idem.) [*]((68) Δὶς ἐν τῷ, etc. Idem.)

1473
Ἴδωμεν τί ἐστιν (69) ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι. Καὶ καθʼ ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέγεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λαλεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιοσύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, « ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. » Ἀκολουθεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρίνειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος.

Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας, κ. τ. ἑ. Ἵνα δηλώσῃ (70) ὁ λόγος πηγὴν μὲν καὶ ἀρχὴν πάσης ἁμαρτίας τὸ τοῦ φαύλου ἡγεμονικὸν, ἀνομιῶν πεπληρωμένον, ὥς τι ῥεῦμα ἀπὸ τῆς γῆς· τὴν δὲ πρᾶξιν, ἧς σύμβολον αἱ χεῖρες, τὴν ἀπὸ τοῦ ἡγεμονικοῦ προαχθεῖσαν μελέτην· πρότερον μὲν τὸ κατὰ τὴν καρδίαν ὠνόμασε, δεύτερον δὲ τὸ κατὰ τὰς χεῖρας. Καὶ ἡ μὲν τῆς ἁμαρτίας ἀρχή ἐστιν ἀπὸ καρδίας. καὶ τὸ τέλος ἐν ταῖς πράξεσιν· ἐπὶ δὲ τῶν ἐπιστρεφόντων πρὸς Θεὸν ἡ ἀρχὴ μὲν ἀπὸ τῆς ἀποχῆς τῶν κακῶν πράξεων· τέλος δὲ ἡ καθαρότης τῆς καρδίας. Διόπερ ἐνταῦθα μὲν ὅτε ἐλέγχονται οἱ ψεκτοὶ, τὰ τῆς καρδίας ἀνομήματα πρότερον, καὶ τότε τὰ συμπλεκόμενα ἀδικήματα ταῖς χερσὶν ὠνόμασται. Ἀντὶ δὲ τοῦ « συμπλέκουσι » Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, « διασταθμίζουσιν· » Ἀκύλας δὲ διασταθμίζεται » περιέχει. Οὐχ ὡς ἔτυχε, φησὶ, συμπλέκουσι τὴν ἀδικίαν, ἀλλὰ διὰ ταύτας τὰς κακίας, ἐπελθόντος αὐτῇ στρατοπέδου, ἔφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία, καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουροῦντας αὐτὴν ἱεροὺς ἀγγέλους· καὶ γὰρ οὗτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες. Διότι « ἀνομία κοὶ πόνος, » ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ, «ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς « μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον, » δολιευομένων τῶν οἰκούντων αὐτὴν διʼ ὧν φρονοῦσι πονηρῶς· κοπιώντων δὲ τῷ αἴρειν ἐφʼ ἑαυτοῖς τὸ τῆς κακίας ἄχθος, μολίβδῳ παραβαλλομένης. Καὶ πλατείας αὐτῆς ἡγητέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς, τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν, τουτέστι, τὸν ἡδονικὸν καὶ παθητικὸν βίον· ἐν αὐταῖς γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος, καὶ ὁ περὶ τὰς ἀπάτας δόλος, πληροῦσθαι ποιεῖ τὸ, « Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. » Καὶ γὰρ διασταθμίζοντες ἕκαστα τῶν ἀδικημάτων εἰς τὴν συμπλοκὴν τῆς κακίας οἱ πρὸς τὴν ἀδικίαν εὐχερεῖς, ἀδιαστάτως ἐνεργοῦσι τὰ αἱρετὰ εἰς ἀνεξάλειπτον στήλην παραλαμβανομένων τῶν πράξεων τῆς ἀδικίας αὐτῶν.

[*](55 Matth. XXIII, 28. 56 I Cor. I, 30. 57 Psal. LIV, 11.)[*]((69) Ἴδωμεν τί ἐστιν, etc. Catena Corderii.)
1476

Ἀπηλλοτριώθησαν ἰ ἀμαρτωλὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται (71) ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλʼ ἐπὶ τὴν κακίαν ὁδεύοντες.

Θυμὸς αὐτοῖς κατὰ τὴν ὀμοίωσιν τοῦ ὄφεως. ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὧτα αὐτῆς, κ. τ. ἑ. Πᾶσα ψυχὴ (72) μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς.

Τοῦ αὐτοῦ. Διὰ τὸν 73) ὡς ὄφεως τῶν ἁμαρτανόντων θυμὸν λέγεται αὐτοῖς· « Ὄφεις, γεννήματα ἐχιδνῶν· » μὴ ἀνειληφόσι τὸ καθʼ ὁμοιότητα τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὄφεως. Καὶ ὁ μὲν ἅγιος βύει τὰ τα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καὶ ὡσεὶ κωφὸς οὐκ ἀμούει τῶν χειρόνων· ὁ δὲ ἁμαρτωλὸς οὐκ ἀκούει τῶν καλῶν, ὁμοίως ἀσπίδι κωφῇ βυούσῃ τὰ ὦτα αὐτῆς, ἵνα μὴ ἀκούση φωνὴν ἐπᾳδόντων. Βύουσι δὲ καὶ οὗτοι τὰ ὦτα, περὶ ὧν ὁ λόγος, οὐ τὰ τῆς αἰσθήσεως. ἀλλὰ τῆς νοήσεως, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προσφερόντων. Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν.

Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας, κ. τ. ἑ. Τὸ « συνέθλασεν » (74) ἀντὶ τοῦ « συνθλάσει » κοτ ἀλλγὴν χρόνου. Τοῦτο δὲ αὐτοῖς ὁ Θεὸς ποιεῖ εὐεργετῶν, ἵνα μὴ κατεσθίοντες τοὺς ὑπό σφων ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται. Καὶ τὰς μύλας δὲ αὐτῶν συνέθλασεν, ὅπως μὴ δάκνωσι, μηδὲ κατεσθίωσι. Σημειωτέον δὲ, ὅτι κατὰ τὴν Γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεύουσι καὶ διαιροῦσι τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασσώμεναι καὶ λεαίνουσαι μύλαι. Ὥσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου ὕδωρ οὐ παραμένον, ἀλλὰ σκεδαννύμενον ἐξουδενεῖται· οὕτω καὶ οὗτοι ἐξευτελισθήσονται, οὐδὲν βέβαιον καὶ παράμονον ἔχοντες. Ὅθεν ἐπιφέρει· « Ἐντενεῖ τὸ τόξον αὐτοῦ. » Ἐσχημάτισε τὴν τοῦ Θεοῦ τιμωρίαν, ὡς ἐπὶ τόξου, συνεχῶς πέμποντος τὰ βέλη, καὶ πάντας ἀναιροῦντος. Μέχρι γὰρ τοσούτου, φησὶ, ταῖς ἀφέσεσι χρῆται τῶν βελῶν. μέχρις ἂν πάντας κατατοξεύων ἀσθενεῖς ἐργάσηται.

Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπʼ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον, κ. τ. ἑ. Ὥσπερ τῷ (75) μέλιτι ἐπισυμβαίνει κηρὸς, οὕτως κακία ψυχῇ λογικῇ.

Τοῦ αὐτοῦ. Ὅν ὡς ἤλιον (76) οὐκ εἴδον, ὡς πυρὸς πειραθήσονται.

Εὐφρανθήσεται δίκαιος ὅταν ἵδῃ ἑκδίκησιν, κ. τ. ἑ. Ἡ κόλασις (77) τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται.

[*](Corderii.)[*]((75) Ὥσπερ τῷ, etc. Schedæ Grabii et codex Coislinianus primus.)[*]((76) Ὅν ὡς ἥλιον, etc. Iidem mss.)[*]((77) Ἡ κόλασις, etc. Iidem mss.)
1477

Τοῦ αὐτοῦ. Ὁ δίκαιος (78), ὁρῶν τὸ σοφὸν τῆς εἰς τὸ κολάζεσθαι τοὺς ἀδίκους θείας κρίσεως, εὐφρκγθήσεται.