Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκσιμήθην τεταραγμένος, κ. τ. ἑ. Εἰπὼν γαρ (62)« Ἡ ψυχή μου τετάρακται, » μετʼ οὐ πολυ. κεκοίμηται.

Υίοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καί έλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, κ. τ. ἑ. Ὁδόντες εἰσὶ (63) τῶν δαιμόνων οἱ πονηροὶ λογσμοὶ, διʼ ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν.

Τοῦ αὐτοῦ. Τῶν διαβαλλόντων (64) ἡ γλῶσσα μαχαιρα ὀξεῖα, καὶ τῶν διδασκόντων τὰ τῆς ψευδωνύμου γνώσεως.

Ὑψώθητι ἑαὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κ. τ. ἑ. « Ἐὰν ὑψωθῶ (65), φησὶν ὁ Σωτὴρ, πάντας ἐλκύαω πρὸς ἐμαυτόν. »

Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτηριον καὶ κιθάρα, κ. τ. ἑ. Δόξαν λέγει (66) τὸ χάρισμα τοῦ νοῦ. Αὐτὸς ὁ νοῦς ψαλτήριόν ἐστι, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχὴ, κιθάρα.

Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλω σοι ἐν ἔθνεσι, κ. τ. ἑ. Δύναται τοῦτο (66) προτρεπτικὸν εἶναι πρὸς τὸ ἐξομολογεῖσθαι περὶ ἁμαρτιῶν ἐν Ἐκκλησίᾳ.

Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἕλεό· σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, κ. τ. ἑ. Ἐπεὶ ὁ ἐλεούμενος (67) μέχρι βασιλείας ἀναβαινει. τῶν οὐρανῶν, ἐμεγαλύνθη ὁ ἔλεος τοῦ Θεοῦ ἕως των οὐρανῶν.

Ὑψώδητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κοὶ έπί πᾶσαν τὴν γῆν ἡ δόξα σου, κ. τ. ἐ. Δὶς ἐν τῷ (68) ψαλμῷ τούτῳ εἴρηνται οἱ δύο οὗτοι στίχοι.

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ. τ. ἐ. [*]((64) Τῶν διαβαλλόντων, etc. Eædem schedæ.) [*]((65) Ἐὰν ὑψωθῶ, etc. Eædem.) [*]((66) Δύναται τοῦτο, etc. Codex Coislinianus se. cundus.) [*]((67) Ἐπεὶ ὁ ἐλεούμενος, etc. Idem.) [*]((68) Δὶς ἐν τῷ, etc. Idem.)

1473
Ἴδωμεν τί ἐστιν (69) ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι. Καὶ καθʼ ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέγεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λαλεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιοσύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, « ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. » Ἀκολουθεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρίνειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος.