Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἐως οὑ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ. Πρὸς τὸ Πνεῦμα (58) λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὦφθη περιστερᾶς.

Τοῦ αὐτοῦ. Ἔως μὲν παρέλθοι ἡ 59) ἀνομία, ἐλπίζει ὁ δίκαιος ἐν τῇ σκιᾷ τῶν πτερύγων τοῦ Θεοῦ· ἐπὰν δὲ παρέλθοι, καὶ ἀνύπαρκτος γένηται, οὐκέτι ἐλπίσει ἐν σκιᾷ, ἀλλʼ ἐν αὐτῷ. Δύναται δὲ καὶ οῦτω νομεῖσθαι ταῦτα· Ἐλπιῶ μὲν ἐν σκιᾷ τῶν πτερύγων σου· ἕως δὲ παρέλθοι ἡ ἀνομία, κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον.

Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με, κ. τ. ἑ. Ἐξ οὐρανοῦ (60) ἤτοι τὸν Σωτῆρα ἐξαπέστειλεν, ἢ ἄγγελον σώζοντα.

Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαναὐτοῦ, κ. τ. ἑ. Μήποτε ὁεἰπών (61)· « Ἐγω εἰμι ἡ ἀλήθεια, » ἐστὶ καὶ αὐτὸ ἔλεος, ἵνα μὴ ᾷλλο ζητῶμεν ἢ τὸν αὐτὸν ἔλεον.

Ἐκσιμήθην τεταραγμένος, κ. τ. ἑ. Εἰπὼν γαρ (62)« Ἡ ψυχή μου τετάρακται, » μετʼ οὐ πολυ. κεκοίμηται.