Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ. Πτέρυγές εἰσι (41) τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δἰ ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος.

Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Ἡ τοῦ φυγαδεύειν λέξις (42) τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων,« Ἰδοὺ ἐμάκρυνα, » τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλὸν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ, τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ «φυγαδεύειν » ἰδίως ἐνταῦθα « φυγεῖν » σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· Ηὐλίσθην ἐν τῇ ἐρήμῳ νόμου καὶ προφητῶν Ἐκκλησίᾳ. Ἁρμόζει δὲ καὶ τῷ κατʼ οἰκονομίαν Χριστῷ.

Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας ταὶ καταιγίδος, κ. τ. ἑ. Καταιγὶς ὁ μέγας (43) πειρασμὸς καὶ πολὺς κατὰ τῆς ψυχῆς πνέων, ὥστʼ ἂν αὶ ναυαγῆσαι τὴν μὴ προσέχουσαν ἑαυτῇ.

[*]((41) Πτέρυγές εἰσι, etc. Schedæ Grabii.)[*]((42) Ἡ τοῦ φυγαδεύειν λέξις, etc. Codex Cois)
1468