Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ.« Ἑσπέρας »(49), κατὰ τὴν ἑνδεκάτην ὥραν, περὶ τὴν τελευτὴν τοῦ κόσμου, ὅτε ἔπαθεν ὁ Σωτήρ.« Πρωῒ, » ὅτε ἀνέστη.« Μεσημβρίας,» ὅτε ἰσχυρότερον πεισθέντες ἐπίστευσαν. Ἢ ἄρχεται τῆς διηγήσεως ἑσπέρας, καὶ ἀκμάζει ἐν αὐτῷ πρωΐ· καὶ τελειοῖ ἀκμαζούσης ἡμέρας ἐν μεσημβρίᾳ.

Είσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ. Εἰ πάντα δἰ αὐτοῦ (50) ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν.

Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δαθρέψει, κ. τ. ἑ. Ὡς διέθρεψε (51) τὸν εἰπόντα Ἰακώβ· « Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. »

Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με, κ. τ. ἑ. Ὁ Χριστὸς (52) λέγει πρὸς τὸν Πατέρα· « Ἐλέησόν με. » Θεὸν γάρ με ὄντα ἄνθρωπος κατεπάτησε. Καὶ, οἶμαι, ἐντεῦθεν ἐλήφθη· « Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας. »

Τοῦ αὐτοῦ. Οἱ μὲν ἐπίγειοι (53) δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, καλύπτουσιν ἡμᾶς· διὸ εἴρηται· « Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. »