Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Ἐκεῖνοι εἰς ᾅδου (47) ζῶντες κατέρχονται, οὐ κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντες· ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων νεκρός ἐστιν· οὐ γὰρ οἷόν τε ζῶντά τινα τὴν κοινὴν ζωὴν εἰς ᾅδην κατέρχεσθαι. Ἐπεὶ οὖν Ἰούδας καὶ ὁ λαὸς Ἰουδαίων κατήχησιν εἶχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπʼ αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ, ζῶντες εἰς ᾅδην κατέρχονται. Ἀκολούθως καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος, « Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. » Εἰ γὰρ καὶ πεῖραν εἷχον τῶν ζωοποιῶν Γραφῶν, οὐ κατῴκησαν, ἀλλὰ παρῴκησαν, ἐν αὐταῖς. Τὸ, « Πονηρία ἐν μέσῳ αὐτῶν, » τουτέστι τῷ ἡγεμονικῷ. Ἐν μέσῳ γὰρ εἶναι λέγεται τοῦ ὅλου ζώου. καὶ τὸ, « Εἰς ᾅδου ζῶντες, »αἰφνιδίως ἀποθάνειεν. « Παροικίας » δὲ καλεῖ τὸν ἑκάστου βίον διὰ τὸ ὀλιγοχρόνιον. Φησὶ οὖν, ὅτι καὶ ὁ βίος αὐτῶν καὶ ἡ ζωὴ πάσης πεπλήρωται πονηρίας καὶ κακίας, οὐκ ἐννοούντων τὸ ὀλιγοχρόνιον.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς [*]((46) Ἐλθέτω δή, etc. Schedæ Crabii.) [*]((47) Ἐκεῖνοι εἰς ᾅδου, etc. Codex Coislinianus secundus.)
Τοῦ αὐτοῦ.« Ἑσπέρας »(49), κατὰ τὴν ἑνδεκάτην ὥραν, περὶ τὴν τελευτὴν τοῦ κόσμου, ὅτε ἔπαθεν ὁ Σωτήρ.« Πρωῒ, » ὅτε ἀνέστη.« Μεσημβρίας,» ὅτε ἰσχυρότερον πεισθέντες ἐπίστευσαν. Ἢ ἄρχεται τῆς διηγήσεως ἑσπέρας, καὶ ἀκμάζει ἐν αὐτῷ πρωΐ· καὶ τελειοῖ ἀκμαζούσης ἡμέρας ἐν μεσημβρίᾳ.