Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ (36), πρὸς τὸ « Ἐν τῷ ὀνόματί σῶσόν με, » ἀποδιδοὺς τὸ, « Ἐξομολογήσομαι τῷ ὀνόματί σου. » Καὶ πρὸς τὸ, « Ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, » τὸ, « Ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. » Ἀγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι , καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ [*](43 I Cor. x, 32, 35. 44 Rom. XI, 26.) [*]((33) Ἥξει ἐκ Σιών, ete. Codex Coislinianus.) [*]((34) Εὔξεται, etc. Codex Coislianus secundus.)

1464
διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον; Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμὸς, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν.

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, κ. τ. ἑ. Οὐδεὶς τῶν (37) ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον Θεός. Εἵτερ συιεῖς τὸ, « Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, » τὰ ἕρημα τοῦ λόγου τῆς κακίας χωρία καταλιπὼν, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ Θεοῦ λέγε· « Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, » καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθησόμενος εἰπεῖν· « Καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. » Ἀλλὰ καὶ εἰ προσέχεις Θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό· « Πρόσχες μοι· » ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσεταί σου. Ἀλλὰ εἰ καὶ, ὡς ὁ Ἀπόστολος διὰ φιλανθρωπίαν λυπούμενος, κλαίεις μετὰ κλαιόντων, καὶ στενάζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό· « ἐλυπήθην, » καὶ τὰ ἐξῆς. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, κ. τ. ἑ. Ἢ ἀδολεσχίαν (38) ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς Ἄννης· « Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα. » Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, ἀδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῆ λαλοῦμεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην « ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. » Ἐξομολογεῖται οὖν, διδάσκων ἡμᾶς ὁ Προφήτης ἐξομολογεῖσθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών.

Καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, κ. τ. ἑ. Χριστοῦ ἀποσπῶντος (39) ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορμῶντος τὰς ὑπʼ αὐτὸν δυνάμεις κατὰ τοῦ Σωτῆρος αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπʼ αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰησοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομένων ἐπʼ αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν.

Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, κ. τ. ἑ. Ἔχει τι ὅμοιον (4Ο) τὸ, « Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, τῷ, « Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. » Ἀλλὰ καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία ἀπό τινος πονηρᾶς ἐνεργείας γίνεται , ἥτις, βουλομένη ἐνεργῆσαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὅ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπʼ αὐτὸν φόβου καὶ τρόμου· [*](16. Psal. XLI, 7. Pianus secundus.) [*]((40) Ἔχει τι ὅμοιον, etc. Catena Corderii et co- dex Coislinianus.)

1465
ἅτινα, ἐπεὶ εὗρεν αὐτὸν ἐγρηγορότα, οὐκ ἐνήργησεν. « Ἐκάλυψέ με δὲ σκότος, » εἶπε διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκκλίνουσιν ἐπ᾿ ἐμὲ ἀνόμιον ποίησιν. Ἁμαρτία γὰρ ἁμαρτίαν ἐρεθίζει· δίκαιος δὲ δικαίῳ συνὼν δικαιότερος γίνεται. « Καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. » Καὶ τοῦτο τῶν ἁμαρτωλῶν, οἵ καὶ τὴν ἔχθραν οὐχ ἁπλῶς ἐργάζονται, ἀλλὰ καὶ ἐν σκότῳ. « Ἐγκοτεῖν » δέ ἐστιν ἐναποκειμένην ἔχειν τὴν ὀργήν. Ἐπίσταται σπουδαῖος ἅπας ἕτερον εἶναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν (ὃ καὶ ἀνεκτόν ἐστι) καὶ ἕτερον, ἐν πράξει καὶ λόγοις (ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ). Διὸ καὶ εἴ ποτε ἐν λογισμοῖς συμβαίη κλόνον καὶ βλάβην γίνεσθαι, ἐν ἑαυτῷ φυλάττει αὐτὰ, οὐδὲ προφέρει λότον, κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα, οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον εἶναι τὸ ἐνθύμημα. Τὸ δὲ ἐν πράξει καὶ λόγοις δυσίατον ἔσθ᾿ ὅτε καὶ ἀνίατον. Διό φησιν· « Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί. » Οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν, ἢ ἕπραξά τι κατʼ αὐτόν· ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ, ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. Συμβαίνει γὰρ ἐκ τῶν ἔξω τὴν δειλίαν φανῆναι, καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Τὸ δὲ, Φόβος καὶ τρόμος ἦλθεν ἐπʼ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, » τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπάρχει, ἐχούσης τὸ παθητικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν. Κἂν κατ᾿ ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένο τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ συμπαθείᾳ γενέσθαι. Ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον, ὠθούμενον ὑπὸ φωνῶν ἐχθρῶν καὶ θλίψεως ἁμαρτωλοῦ, ἀναῤῥιπιζόμενον ἔσχε τὸ ἐνυπάρχον παθητικὸν, ὡς φοβηθῆναι, καὶ τρόμῳ ὑποπεσεῖν ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν σκότος ἐκάλεσεν.

Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ. Πτέρυγές εἰσι (41) τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δἰ ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος.

Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Ἡ τοῦ φυγαδεύειν λέξις (42) τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων,« Ἰδοὺ ἐμάκρυνα, » τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλὸν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ, τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ «φυγαδεύειν » ἰδίως ἐνταῦθα « φυγεῖν » σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· Ηὐλίσθην ἐν τῇ ἐρήμῳ νόμου καὶ προφητῶν Ἐκκλησίᾳ. Ἁρμόζει δὲ καὶ τῷ κατʼ οἰκονομίαν Χριστῷ.

Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας ταὶ καταιγίδος, κ. τ. ἑ. Καταιγὶς ὁ μέγας (43) πειρασμὸς καὶ πολὺς κατὰ τῆς ψυχῆς πνέων, ὥστʼ ἂν αὶ ναυαγῆσαι τὴν μὴ προσέχουσαν ἑαυτῇ.

[*]((41) Πτέρυγές εἰσι, etc. Schedæ Grabii.)[*]((42) Ἡ τοῦ φυγαδεύειν λέξις, etc. Codex Cois)
1468

Καταπόντισον, Κὺπιε, καὶ καταδίελε τὰς γλώσ. σας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀνετιλογίαν ἐν τῇ πόλει, κ. τ. ἑ. Τοῖς ἀπὸ κακίας (44) καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν. Ὁ καταποντισμὸς τὸν ἀφανισμὸν δηλοῖ, διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. Βυθὸς οὖν ἁμαρτία ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. Διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ Θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας αὐτῶν ἐπὶ κακῷ συμφωνούντων.

Τοῦ αὐτοῦ. « Καταπόντισον (45), Κύριε. » Τίνων αὐτῶν, ἢ ἐχθροῦ καὶ ἁμαρτωλοῦ; ἢ ὡς ἄβυσσος σοφία, ἐν ᾗ ἐστι τὰ βάθη τοῦ Θεοῦ, καταποντίζει ἐπικλύζουσα γλώσσας καὶ φωνὰς ἐχθροῦ τῇ ἀληθείᾳ τοῦ λόγου, καὶ τῶν πρεσβευόντων αὐτὸν, καὶ καταδιαιρεῖ αὐτὰς, διελέγχουσα τὸ ἀσύμφωνον καὶ τὸ διεσπασμένον αὐτῶν. Ἡ δὲ αἰτία τοῦ ταῦτα λέγεσθαι ἐπιφέρεται. Ἔστι γὰρ καὶ ἀντιλογία ἡ πρὸς τὴν ἀλήθειαν τῶν λογομαχούντων, εἰς οὐδὲν χρήσιμον εἰ μὴ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Χριστὸς δὲ λέγοι ἃν τὰ ἑξῆς περὶ τῆς Ἱερουσαλὴμ πόλεως, ἰδὼν τὴν ἐν αὐτῇ ἀνομίαν, καὶ τὴν περὶ αὐτοῦ ἀντιλογίαν τῶν διάφορα περὶ αὐτοῦ λεγόντων. « Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς. » Εἰς πρόσωπον τοῦ προδότου ἀνεφέρετο ἂν δικαίως.

Ἐλθέτω θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίας αὐτῶν ἐν μέσῳ αὐτῶν, κ. τ. ἑ. Ἐλθέτω δὴ (46) θάνατος ἐπʼ αὐτοὺς, θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας.