Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ἑ. Εὔχεται (34) ἕως τοῦ, « ἐνώπιον αὐτῶν. » Εἶτα ἐνεστηκυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δείκνυσιν αὐτὴν ἐν τῷ· « Ἰδοὺ ὁ Θεὸς βοηθεῖ μοι, » καὶ τῷ ἑξῆς καὶ τῷ μετʼ αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ᾿ εὐχαριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημένων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τὸ, « Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, » ἀνταποδίδωσιν· « Ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. »

Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, κ. τ. ἑ. Αἴσθεται εἰσακουσθεὶς (35) καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς Θεὸν συναφθέντων· Ἂνοὕτως κραταιοὶ « ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. » Βοηθὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν Υἱὸν, ὅς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. Ἄ γὰρ ἐπάγειν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ Θεοῦ κρίνοντος. Τούτῳ συνᾴδει τὸ, « Ποιήσατε αὐτὴν, ὅν τρόπον ἐποιήσατε τὸν πλούσιον. » Καὶ τούτων, φησὶ, συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπʼ εὐχαριστίαν ἐρχόμενος, ἑκουσίως θύσω σοι.

Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ (36), πρὸς τὸ « Ἐν τῷ ὀνόματί σῶσόν με, » ἀποδιδοὺς τὸ, « Ἐξομολογήσομαι τῷ ὀνόματί σου. » Καὶ πρὸς τὸ, « Ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, » τὸ, « Ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. » Ἀγαθὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λανθάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι , καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ [*](43 I Cor. x, 32, 35. 44 Rom. XI, 26.) [*]((33) Ἥξει ἐκ Σιών, ete. Codex Coislinianus.) [*]((34) Εὔξεται, etc. Codex Coislianus secundus.)

1464
διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον; Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμὸς, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν.