Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἷπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Φρσνῖ μὲν (29) ὁ ἄφρων, ὅτι οὐκ ἔστι Θεὸς, διὰ τοῦτο ἐν καρδίᾳ εἶπεν· οὐχ ὁμολογεῖ δὲ τῷ στόματι διὰ τὸν τῶν ἀνθρώπων φόβον. Ἤ ἄφρων ὁ λαὸς, ὅς ἀρνεῖται Χριστὸν εἶναι Θεὸν, ὡς πρὸς τὴν προτέραν ἐκδογὴν περὶ ἄφρονος, οὐ στόματι, ἀλλὰ καρδίᾳ λέγεσθαι, μὴ εἶναι Θεὸν, φέρεται.

Οὐκ ἔστι ποιῶν ἀγαθὸν, κ. τ. ἑ. Καὶ ὁ Σωτὴρ (30) τὸν εἰπόντα, « Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; » νουθετῶν φησι· « Τί με λέγεις ἀγαθόν; ᾔδει γὰρ, ὅτι οὐκ ἔστι ποιῶν ἀγαθόν. Τάχα δὲ ἐπαὶ ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν, οὐκ ἔσιν ἐν τῷ βίῳ ποιῶν ἀγαθὸν, ἀλλʼ ἢ ἄρα σκιὰν ἀγαθοῦ. Καὶ ἐπεὶ οὐκ ἔστι ποιῶν ἀγαθὸν, ἐπιτιμᾶται ὁ εἰπὼν, «Τί με λέγεις ἀγαθόν; »

Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτρυ, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, κ. τ. ἑ. Εἴ τις ἐσθίει (31) τινὰ τῶν ἀπὸ τοῦ λαοῦ τοῦ Θεοῦ, ἐκεῖνος κἂν λέγῃ ἐπικαλεῖσθαι τὸν Θεὸν, ἐλέγχεται μὴ ἐπικαλούμενος αὐτόν. « Πᾶς γὰρ ὅς ἐπικαλέσηται τὸ ἔνομα Κυρίου, σωθήσεται. »

Ὅτι ὁ Θεὐς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσαων, κ. τ. ἑ. Οὐκ εἵ τις ἀνθρώποις (32) ἀρέσκει, ἀνθρωπάρεσκός ἐστιν· ἀλλὰ καὶ προθέμενός τις ἀνθρώποις [*](42 Rom. x, 13) [*](plicere. Non avocat autem ab hominum gratia Deus justorum mentes et fidelium rationabilem sanctitatem. Et audiamus eum per Paulum loquentem : Sine offensione estote Juderis et Græcas, et Ecclesiæ Dei, sicuti et ego omnia omnibus place, non quærens cuod mihi utile nt, sed quod mπultorum est, ut salventur, Icc est non hominibus sed Deo placere, cum per id quod Deo placetur, et homnibus sit placendum. Ex causa enim placendi Deo, causa etiam hominibus probabilis lt placendi. Cæterum stuhum, quod ut hominibus tantum places tur impenditur, ad id quod Deo placendum est, uon refertur : ania tantum eorum causa quibus plaττtur adhibetur, » etc.)

1461
ἔσθ᾿ ὅτε ἀρέσκειν, καθηκόντως αὐτὸ ποιήσει, καὶ οὐκ ἀνθρωπάρεσκος ἔσται. Ὁ γοῦν Παῦλός φησιν· « Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. » Ἀλλʼ εἴ τις προτίθεται οὐδὲν ἄλλο ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἣ Θεῷ· καὶ ἐπίσης ἀνθρώποις καὶ Θεῷ, δέον μόνον Θεῷ· ὥστε διʼ ἐκεῖνον γίνεσθαι καὶ τὸ, ἀνθρώποις· ὅτε τοῦτο ποιεῖν αἱρεῖ λόγος, ἐκεῖνος ἀνθρωπάρεσκος ἔσται. Δεῖ δὲ ἐπί τινων σκοπήσαντα, ὅτι οὐχ οἷόν τε τόδε τι διαπράξαντα ἢ εἰπόντα, καὶ Θεῷ καὶ ἀνθρώποις ἀρέσαι, καταφρονῆσαι μὲν τοῦ ἀρέσαι τοῖς ἀνθρώποις, ἑλέσθαι δὲ τὸ ἀρέσαι τῷ Θεῷ.

Τίς δώσει ἐκ Σιὼν (33) τὸ σωτήριον τοῦ Ἰσραήλς; κ. τ. ἑ. « Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. » Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον. Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦ Ἰσραὴλ σωτήριον