Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. « Ὁ καυχώμενος (18), φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω. »

Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (19) ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον. Οὐ γὰρ εἶπε, « Τί καυχᾷ; » ἀλλὰ, « Τί ἐγκαυχᾷ; » οὐδέποτε δὲ ἐν ἀγαθῷ λέγεται τὸ « ἐγκαυχᾶσθαι· » ἀλλʼ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι.

Τοῦ αὐτοῦ. Εἰ ἔστι δυνατὸς (20) ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνη· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ.

Τοῦ αὐτοῦ. Φαῦλον μὲν (21) τὸ « ἐγκαυχᾶσθαι, μέσον δὲ τὸ « καυχᾶσθαι. » Ὁ μὲν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψαιτο ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπʼ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Ἤ τὸ, ἡμέραν, φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθʼ ὅν ἀνομεῖ.

Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον (22), τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ « ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, » διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλʼ ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη.