Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. « Ὁ καυχώμενος (18), φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω. »

Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (19) ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον. Οὐ γὰρ εἶπε, « Τί καυχᾷ; » ἀλλὰ, « Τί ἐγκαυχᾷ; » οὐδέποτε δὲ ἐν ἀγαθῷ λέγεται τὸ « ἐγκαυχᾶσθαι· » ἀλλʼ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι.

Τοῦ αὐτοῦ. Εἰ ἔστι δυνατὸς (20) ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνη· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ.

Τοῦ αὐτοῦ. Φαῦλον μὲν (21) τὸ « ἐγκαυχᾶσθαι, μέσον δὲ τὸ « καυχᾶσθαι. » Ὁ μὲν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψαιτο ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπʼ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Ἤ τὸ, ἡμέραν, φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθʼ ὅν ἀνομεῖ.

Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον (22), τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ « ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, » διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλʼ ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη.

Ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην, κ. τ. ἑ. Εἰσὶν οἱ ὡσπερεὶ (23) τὰ ἐναντία ἀγαπῶντες· τῷ μήποτε πάντη ἀνακεῖσθαι ἀρετῇ, μήτε ὅλῃ κακίᾳ προσέχειν ἐθέλειν· τούτων οἱ μὲν φαυλότεροι κακίαν μᾶλλον ἀγαπῶσιν ἢ ἀρετήν· οἱ δὲ ἀνάπαλιν.

Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, κ. τ. ἑ. Ῥήματα καταποντισμοῦ (24), διαβάλλων τὸν Δαυῒδ, ἠγάπησεν ὁ Δωήκ.

Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων, κ. τ. ἑ. Ὁ καθαιρῶν (25) τὰ μοχθηρὰ οἰκοδομήματα Θεὸς καθαιρεῖ τὸν Δωὴκ, ἤτοι τῷ μηδὲ τὸν τοῖχον τῆς οἰκοδομίας αὐτοῦ καταλιπεῖν τὸ πᾶν καὶ ἐξ ὅλων οἰκοδομεῖσθαι κακῶς ἢ ἐπεὶ οἱ χείρους τελευταῖοι οἰκοδομοῦνται, κάκιστος δέ ἐστιν ὁ Δωὴκ, ἐγγὺς τοῦ τὸν ἔσχατον ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, ἐπὶ τῷ τέλει καθαιρεθήσεται. Εἰ δὲ τὸ ῥίζωμα Ἰδουμαίου Δωὴκ ἐκτίλφρεααι ἐκ γῆς ζώντων, ἐκεῖ πεφύτευτο.

[*](37 l Cor. 1, 31. 38 Eccli. XXL, 29.)[*]((18) Ὁ καυχώμενος, etc. Codex primus Coislinianus.)[*]((19) Οὐκ εἶπεν, etc. Caten Corderii.)[*]((20) Εἰ ἔστι δυνατός, etc. Codex Coislinianus prinus.)[*]((21) Φαῦλον μέν, etc. Coislinianus secundus.)
1460

Ἰδοὺ ἄνθρωπος, ὅς οὐκ ἔθετο τὸν Θεὸν βοηᾶὸν αὐτοῦ, ἀλλʼ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ, κ. τ. ἑ. Μήποτε ἀπὸ (26) τῶν ἡμιόνων, νόθου ζώου, ἐπλούτει, ἐφʼ ὧν ἦν ὑπὸ Σαοὺλ καταστάς.

Ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ. « Ὁ καρπὸς (27) τοῦ πνεύματός ἐππι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία, » κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· « Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. » Ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.

Ὑπομενῶ τὸ ὄνομά σου, ὅτ χρηστὸν ἐναστίον τῶν όσίων σου, κ. τ. ἑ. Ὥσπερ τὸ φύσει (28) χρηστὸν, ὁποῖόν ἐστι, τοιοῦτον ἐπὶ τῇ ὑγιαινούσῃ φύσει φαί νεται, οὕτω καὶ τὸ ὄνομα τοῦ Θεοῦ τοῖς ὁσίοις.