Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἄνδρα αἱμάτων καὶ λόλιον βδελύσσεται Κύριος, κ. τ. ἐ. Ἀνὴρ αἱμάτων (21·) ὁ ἐξ αἱμάτων γενημένος, ἢ ὁ φονικός.
Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσε. ιεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ϋγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ. Τῶν πονηρευομένων (22) καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· « Τὸ πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψει με. » Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾶ πολλῇ ὀνομαἐομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀληθείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἷκος Θεοῦ ἡ άγία καὶ ἐνάρετος κατάστασις, ἢν οἱ ἑχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς πὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· « Ναὸς γιὸς ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Ινεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ.» Πῶς γὰρ οὐκ ἷκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ν ὁ Γἰὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; Δυνατὸν καὶ ὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. Δηλοῦται τοῦτο ἐκ τῶν ραφομένων Τιμοθέῳ· Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν [*](I Cor. VI, 19.) [*]((20) Ἅμα τῷ ἀνατεῖλαι, etc. Corderius, Barbaus, codd. Roe, Baroccianus, et schedæ Combeti-) [*]((21) Τοὺς μέν ἐν τῇ πολιτείᾳ, ete. Daniet Bar. arus, schedæ Combetisii, ct codd. Anglicani.)
Κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε, κ. τ. ἑ. Τῷ ἁμαρτάνοντι (23) λυσιτελεῖ μᾶλλον ὑπὸ Θεοῦ κριθῆναι, ἢ ἔξω εἶναι τῆς κρίσεως. Καὶ τὸ ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος· ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Πάνυ δὲ χαρίεν, πῶς οὐκ εἴρηκε πόθεν ἔξωσεν, ἵνα μὴ τοῖς πολλοῖς σαφὲς ᾖ. Οἶμαι δὲ, ὅτι ἀπὸ τῶν ἀσεβειῶν αὐτῶν κατὰ τὸ πλῆθος αὐτῶν. Οὐ γὰρ ἀφʼ ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας· « Οἱ γὰρ μακρύνοντες, φησὶν, ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. »
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἔνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τόν ὀδόν μου, κ. τ. ἑ. Ὁ προτιθέμενος (24) ὀρθῶς φρονεῖν καὶ πράττειν, πολλοὺς ἐναντίους ἔχει. Εἰσὶ γὰρ καὶ ἄνθρωποι καὶ δαίμονες φθονεροὶ, λυπούμενοι ἐπὶ τοῖς ἀγαθοῖς τῶν κατορθούντων. Τοῦτο δὲ θεωρήσας καὶ ὁ προκείμενος οὐ τῇ ἑαυτοῦ δυνάμει δέδωκε τὸ ἀπομάχεσθαι τοῖς ἐπικειμένοις κατʼ αὐτοῦ, ἀλλὰ παρεκάλεσε τὸν Θεὸν χεῖρα αὐτῷ ὀρέξαι σκεπάζουσαν αὐτὸν ἀβλαβῆ ἀπὸ τῶν τοσούτων καὶ τηλικούτων πολεμίων, φάσκων· Αὐτὸς, ὦ Δέσποτα, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· οὕτω γὰρ κατορθωθείη τὸ τὴν ὁδόν μου ἐνώπιόν σου κατευθυνθῆναι.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κ. τ. ἑ. Ἐχθρῶν ἐμποδιζόντων (25) τὴν ὁδόν σου φανερωθῆναι ἐν ὀφθαλμοῖς μου, σὺ κατεύθυνον αὐτὴν ἐνώπιόν μου. Οἶδα γὰρ αὐτοὺς ἐν οἷς περὶ ὁδοῦ ἐπαγγέλλονται, μὴ ἀληθεύοντας, τῷ μὴ εἶναι ἐν τῷ στόματι αὐτῶν ἀλήθειαν, καὶ ματαίαν εἶναι αὐτῶν τὴν καρδίαν. Πάντα δὲ τὰ ἐκφωνούμενα ἐν τῷ λάρυγγι αὐτῶν νεκρά ἐστι, τῷ εἶναι αὐτὸν τάφον ἀνεῳγότα. Ἀλλὰ καὶ λελογισμένοι σόφισμά τινές εἰσιν οἱ λόγοι αὐτῶν.
Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ. Αἰών ἐστι σύστημα (26) φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιάσονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε, κ. τ. ἑ. Εἰ κρείττους (27) οἱ ἀγαπῶντες τῶν φοβουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων [*]((26) Αἰών ἐστι σύστήμα, etc. Schedæ Grabil, Barbarus.) [*]((27) Εἰ κρείττους, etc. Cordetius, codd. Roe, et Baroccianus.)
Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπέρ τῆς ὀγδόης ψαλμς τῷ Δαυΐδ, κ. τ. ἑ. Υπὲρ τῆς ὀγδόης (29) καὶ ὁ ἑνδέκατος. Διαφέρουσι δὲ αἱ ἐπιγραφαὶ τούτου καὶ τοῦ ἑνδεκάτου, ὅτι οὗτος μέν ἐστιν, « Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ, » ἐκεῖνος δὲ, Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ. Τῇ δὲ ὀγδόῃ, οἶμαι, θυμὸς ἐλέγχει καὶ ὀργὴ παιδεύει.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, κ. τ. ἑ. Θυμός ἐστιν (30) ὁρμῆ ἐπιθυμίας ἡμέρου ψυχῆς κατʼ ἐξοχὴν ἀμύνης. Λέγει οὖν· Εἰ καὶ ὀξύτερον ὁ θυμὸς ἐλέγχει, καὶ ὀργὴ τάχιον παιδεύει, ἐγὼ διὰ τὴν ἀσθένειάν μου δέομαι τοῦ ἐλέους σου, διʼ ἄλλης ἐλεγχθῆναι καὶ παιδευθῆναι θεραπείας οὐ τηλικοῦτον προσαγούσης τὸν πόνον.
Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὁ ψυχή μου ἐταράχθη σφόδρα, κ. τ. ἑ. Νοσοῦντά με (31) τὴν ψυχὴν ἴασαι· καὶ γὰρ τεταραγμέναι εἰσὶ τῶν ὀστῶν αὐτῆς αἱ ἁρμονίαι, καὶ αὐτὴ δὲ σφόδρα τετάρακται.