Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τἂ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆ κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώ μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, κ. τ. ἑ. Χρ ἡμᾶς ἐννοεῖν (18) ὁποῖον μέγεθος νοητῆς φωνῆς ἕχε δεῖ, ἐφʼ ὦ καλέσωμεν τὴν σύνεσιν τοῦ Θεοῦ· κα τοιαῦτα ῥήματα ἁρμόζοντα ὡς τῷ Κυρίῳ, καὶ φι νὴν δεήσεως θαῤῥοῦσαν καὶ ἐπὶ τῇ προσοχῇ τοῦ Δε σπότου. Οὐδεὶς δὲ ὑπὸ ἁμαρτίας βασιλευόμενος ἐρτῷ Θεῷ· « Ὁ βασιλεύς μου· καὶ ὧν θεὸς ἡ κοιλία οὐκ ἐροῦσι, « Θεός μου, » τῷ Θεῷ.

Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, κ. τ. ἑ. ἀποθέμενος (19) τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσα μένος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα

[*](18 Χρὴ ἡμᾶς ἐννοεῖν, etc. Barbarus, Corderius rius, et schedæ mss. Ernesti Grabii.)[*]((19) Ὁ ἀποθέμενος, etc. Schedæ Grabii, Barbarus, Larus.)
1169

Τό πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψομαι· ὅτι ϲὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εῖ, οὐδὲ παροικήσει cοι πονηρευόμενος, οὐδέ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, κ. τ. ἑ. Ἅμα τῷ ἀνατεῖλαι (20) τὸν ἤλιον παραστήσομαί σοι, καὶ ἐν θεωρίᾳ ἔσομαι. « τοῦ μὴ εἶναί σε θέλοντα ἀνομίαν Θεὸν, μηδὲ παροικήσει σοι πονηρὸς, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. » Ὡς γὰρ οὐδὲ διαμένει νοσῶν ἐν ὀφθαλμοῖς τοῦ δυναμένου θεραπεῦσαι αὐτὸν ἰατροῦ, οὕτως οὐδὲ διαμενοῦσι παράνομοι ἐναντίον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ.

Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, κ. τ. ἑ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ (21) πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασε· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας τὸ ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ « ἐμίσησας » καὶ « ἀπολεῖς· » πρῶτον μὲν εἰ χεῖρον τοῦ « ἀπολεῖς » τὸ « ἐμίσησας· » δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς τὸν παρεληλυθότα ἐνέκλινε χρόνον, τὸ δὲ εἰς τὸν μέλλοντα. « Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, » οὐ τοὺς λαἀησαντας, ἀλλὰ τοὺς λαλοῦντας τὸ ψεῦδος. Εἰ δὲ τούτους ἀπόλλυσι Κύριος, πᾶς δὲ ἄνθρωπος ψεύστης, πάντας ἀπόλλυσιν ὁ Θεὸς, ἴνα, τὸ εἶναι ἄνθρωποι ἀποθέμενοι, γίνωνται θεοὶ, ἐπεὶ καὶ θεοὶ γεγονότες, καὶ υἱοὶ Ὑψίστου πάντες, γεγόνασιν ἄνθρωποι. Τοὺς ἑτεροδόξους οὖν ἀπολεῖ ὁ Θεὸς ἐν τῷ μέλλοντι αἰῶνι.

Ἄνδρα αἱμάτων καὶ λόλιον βδελύσσεται Κύριος, κ. τ. ἐ. Ἀνὴρ αἱμάτων (21·) ὁ ἐξ αἱμάτων γενημένος, ἢ ὁ φονικός.

Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσε. ιεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ϋγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ. Τῶν πονηρευομένων (22) καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· « Τὸ πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψει με. » Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾶ πολλῇ ὀνομαἐομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀληθείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἷκος Θεοῦ ἡ άγία καὶ ἐνάρετος κατάστασις, ἢν οἱ ἑχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς πὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· « Ναὸς γιὸς ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Ινεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ.» Πῶς γὰρ οὐκ ἷκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ν ὁ Γἰὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; Δυνατὸν καὶ ὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. Δηλοῦται τοῦτο ἐκ τῶν ραφομένων Τιμοθέῳ· Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν [*](I Cor. VI, 19.) [*]((20) Ἅμα τῷ ἀνατεῖλαι, etc. Corderius, Barbaus, codd. Roe, Baroccianus, et schedæ Combeti-) [*]((21) Τοὺς μέν ἐν τῇ πολιτείᾳ, ete. Daniet Bar. arus, schedæ Combetisii, ct codd. Anglicani.)

1172
οἴκῳ Κυρίου ἀναστρέφεσθαι , ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. » Κατʼ ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἄγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκεία πολιτείᾳ καὶ φρονήσει.

Κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε, κ. τ. ἑ. Τῷ ἁμαρτάνοντι (23) λυσιτελεῖ μᾶλλον ὑπὸ Θεοῦ κριθῆναι, ἢ ἔξω εἶναι τῆς κρίσεως. Καὶ τὸ ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος· ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Πάνυ δὲ χαρίεν, πῶς οὐκ εἴρηκε πόθεν ἔξωσεν, ἵνα μὴ τοῖς πολλοῖς σαφὲς ᾖ. Οἶμαι δὲ, ὅτι ἀπὸ τῶν ἀσεβειῶν αὐτῶν κατὰ τὸ πλῆθος αὐτῶν. Οὐ γὰρ ἀφʼ ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας· « Οἱ γὰρ μακρύνοντες, φησὶν, ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. »

Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἔνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τόν ὀδόν μου, κ. τ. ἑ. Ὁ προτιθέμενος (24) ὀρθῶς φρονεῖν καὶ πράττειν, πολλοὺς ἐναντίους ἔχει. Εἰσὶ γὰρ καὶ ἄνθρωποι καὶ δαίμονες φθονεροὶ, λυπούμενοι ἐπὶ τοῖς ἀγαθοῖς τῶν κατορθούντων. Τοῦτο δὲ θεωρήσας καὶ ὁ προκείμενος οὐ τῇ ἑαυτοῦ δυνάμει δέδωκε τὸ ἀπομάχεσθαι τοῖς ἐπικειμένοις κατʼ αὐτοῦ, ἀλλὰ παρεκάλεσε τὸν Θεὸν χεῖρα αὐτῷ ὀρέξαι σκεπάζουσαν αὐτὸν ἀβλαβῆ ἀπὸ τῶν τοσούτων καὶ τηλικούτων πολεμίων, φάσκων· Αὐτὸς, ὦ Δέσποτα, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· οὕτω γὰρ κατορθωθείη τὸ τὴν ὁδόν μου ἐνώπιόν σου κατευθυνθῆναι.

Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κ. τ. ἑ. Ἐχθρῶν ἐμποδιζόντων (25) τὴν ὁδόν σου φανερωθῆναι ἐν ὀφθαλμοῖς μου, σὺ κατεύθυνον αὐτὴν ἐνώπιόν μου. Οἶδα γὰρ αὐτοὺς ἐν οἷς περὶ ὁδοῦ ἐπαγγέλλονται, μὴ ἀληθεύοντας, τῷ μὴ εἶναι ἐν τῷ στόματι αὐτῶν ἀλήθειαν, καὶ ματαίαν εἶναι αὐτῶν τὴν καρδίαν. Πάντα δὲ τὰ ἐκφωνούμενα ἐν τῷ λάρυγγι αὐτῶν νεκρά ἐστι, τῷ εἶναι αὐτὸν τάφον ἀνεῳγότα. Ἀλλὰ καὶ λελογισμένοι σόφισμά τινές εἰσιν οἱ λόγοι αὐτῶν.

Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ. Αἰών ἐστι σύστημα (26) φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιάσονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε, κ. τ. ἑ. Εἰ κρείττους (27) οἱ ἀγαπῶντες τῶν φοβουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων [*]((26) Αἰών ἐστι σύστήμα, etc. Schedæ Grabil, Barbarus.) [*]((27) Εἰ κρείττους, etc. Cordetius, codd. Roe, et Baroccianus.)

1173
ἐστίν. Εἰ δέ ἐστί τις εὔλογος καύχησις καὶ ἐν φόβῳ Κυρίου, ἐλάττων ἐστὶν αὐτὴ τοῦ, καυχήσονται ἐν σοί. Εὐλογεῖ δὲ Νῶε τὸν Σὴμ καὶ τὸν Ἰαφέθ· εὐλογεῖ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα, καὶ ὁ Μωῦσῆς τὰς φυλάς· ἀλλὰ ὑπὲρ πάντα ταῦτα καὶ μετὰ ταῦτα αὐτὸς ὁ Κύριος εὐλογήσει τὸν δίκαιον, ἀνάλογον τῷ, « Αὐτὸς ὁ λαλῶν πάρειμι, » καὶ τῷ, « Μὴ αὐτὸς συμπορεύσῃ. » Ὦς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, κ. τ. ἑ. Ταυτόν ἐστι τῶν (28) δικαίων ὅπλον καὶ στέφανος· ὡς τὸν ὁπλισάμενον ἐστεφανοῦσθαι, καὶ τὸν στεφανούμενον ὡπλίσθαι. Ἔχει δὲ τοῦτό τι ὅμοιον τῷ, « Στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε.» Ἡ γνῶσις οὖν τοῦ Θεοῦ, εἰ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται. Τέμνεται δὲ ἡ τοῦ Θεοῦ γνῶσις εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις.