Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, κ. τ. ἑ. Περὶ τῶν (2) μετὰ τὴν παρουσίαν Χριστοῦ ἀθετουμένων παρὰ Ἰουδαίοις θυσιῶν ταῦτα ἁρμόσει προφητεύεσθαι. Ἤ οὐδὲ πονηρᾷ, φησὶ, διαθέσει πρόσαγε ἐφʼ ᾧ τὸν Κάϊν διήλεγξα.

Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κ. τ. ἑ. Πάντα λέγει (3) εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ Θεοῦ. « Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται. καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; »

Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; κ. τ. ἑ. Ἀναιρεῖ θυσίας (4) αἰσθητάς· « θυσία » γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἴνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; κ. τ. ἑ. Οὐ μόνον (5), οἶμαι, τῷ ἁπλούστερον νοουμένῳ ἁμαρτωλῷ ταῦτα εἶπεν ὁ Θεὸς, ἀλλὰ καὶ τῷ λαῷ τῆς κατατομῆς. Ὁ δὲ ἁμαρτωλὸς διὰ μόνου στόματος ἀναλαμβάνει τὴν Διαθήκην τοῦ Θεοῦ· μισεῖ γοῦν παιδείαν καὶ τὰ ἐπιφερόμενα ἁμαρτάνων. Ἤ ἐπεὶ « ὁ λαὸς οὗτος, φησὶ, τοῖς χείλεσί με τιμᾷ. ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ. Οἱ ἐκ περιτομῆς ἐμίσησαν παιδείαν ἐν τῇ ἐπιδημίᾳ Χριστοῦ, καὶ ἐκβεβλήκασιν εἰς τὰ ὀπίσω τοὺς διὰ Ἰησοῦ Χριστοῦ λόγους τοῦ Θεοῦ· συνέδραμον δὲ τῷ κλέπτῃ καὶ προδότῃ Ἰούδα, καὶ μετὰ τῶν μοιχευόντων ξύλα καὶ λίθους ἔθηκαν ἑαυτῶν τὴν μερίδα· καὶ πρὸς ἄλλους καταλαλοῦσι τοῦ ἐξ ἐθνῶν ἀδελφοῦ αὐτῶν λαοῦ· ἀλλὰ καὶ κατ᾿ αὐτῶν τῶν ὁμομητρίων, καὶ ἐκ περιτομῆς πιστευόντων σκάνδαλα τιθέασι, βουλόμενοι διαστρέφειν αὐτούς· διὰ ταῦτα ἐσίγησεν αὐτοῖς ὁ Θεός. Δέον δὲ αὐτοὺς εἶναι πρὸ ὀφθαλμῶν, ὁ δὲ ἐκβάλλει αὐτοὺς εἰς τὰ ὀπίσω.

Τοῦ αὐτοῦ. Ὅτι οὐ δεῖ (6) ἁμαρτάνοντά τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει.