Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἑ. Εἴπερ εὐπρέπεια (95) καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιών ἐστιν. Οὗτος ἐφʼ οὗ τῇ γενέσει λέγομεν· Ἐμμανουήλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δἰ ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, « οὐ παρασιωπήσεται· ἐξῆς δὲ, « ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ. » —. « Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεἴν ἐπὶ τὴν γῆν. » Καὶ ἐν τῷ Δανιήλ· « Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. » Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ τῆς ἐπουρανίου Σιὼν, ἰσοσθενὴς ὢν τῷ Πατρί· οὐράνιος γὰρ ἦν Θεὸς, καὶ ὅτε ἦλθεν ἐμφανῶς, ἤτοι ὅτε γέγονε σάρξ. Τότε γὰρ ὁρατὸς γέγονεν ἐλθὼν, οὐ παρασιωπήσεται, ἀλλὰ τοῦ κόσμου ἐλέγξει τὴν ἁμαρτίαν, ἥγουν τὴν βούλησιν ἀναγγελεῖ τοῦ Πατρός. Καλεῖται γὰρ « μεγάλης βουλῆς ἄγγελος. Τὸ δὲ πῦρ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως νοητὸν φῶς ἡγεῖται. Νοήσεις δὲ καὶ οὕτω· Ἐν ἐξουσίᾳ καὶ δυνάμει θεότητος ὢν, καίπερ γεγονὼς ἐν σαρκὶ, καθάπερ τι πῦρ καὶ καταιγὶς προσέβαλε τοῖς ἀντικειμένοις αὐτῷ διαβόλῳ καὶ δαίμοσιν.

Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, κοὶ οὐ παρασιωπήσεται, κ. τ. ἑ. Ὁ Θεὸς ἡμῶν (96) ἐμφανῶς ἥξει· Θεὸς δὲ ἡμῶν ὁ Χριστός ἐστι· Χριστὸς ἐμφανῶς ἥξει.

Τοῦ αὐτοῦ. Χριστὸς ἐλήλυθεν (97) ἐν σαρκί. Τὸ « ἐμφανῶς » ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ.

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, κ. τ. ἑ. Ἐπεὶ ἐν Δευτερονομίῳ (98) δοθέντος τοῦ νόμου διεμαρτύρατο Μωῦσῆς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁμοίως δὲ καὶ ἀρχόμενος τῆς ᾠδῆς τούτους καλεῖ· ἔτι δὲ καὶ ἐν Ἡσαΐα παραλαμβάνονται· διὰ τοῦτο, κρινομένου τοῦ λαοῦ, προσκαλέσεται τὸν οὐρανὸν καὶ τὴν γῆν Θεός. Νῦν δὲ τὸ « διακρῖναι λέγει ἀντὶ τοῦ διαχωρίσαι τοὺς ἰδίους αὐτοῦ, ὄντας λαὸν αὐτοῦ, ἀπὸ τῶν ἀλλοτρίων αὐτοῦ τῶν συννεμομένων τοῖς αὐτοῦ· ἵνα τῷ μὲν οὐρανῷ ἀποδῷ τοὺς ἰδίους, τῇ δὲ γῇ τοὺς ἀλλοτρίους. προσκαλέσεται τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν αὐτοῦ λαὸν διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσεκόμιζον τῷ Θεῷ, τος δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ.

Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὺτοῦ, ὅτι Θεὸς κριτής ἐστι, κ. τ. ἑ. Ἢ οὐρανοὶ (99) οἱ «τὴν εἰκόνα » φοροῦντες οτοῦ ἐπουρανίου.» [*](23 Luc. XII, 49. Dan. VII, 10. 25 I Cor. XV, 49.) [*]((95) Εἴπερ εὐπρέπεια, etc. Eadem Catena.) [*]((96) Ὁ Θεὸς ἡμῶν, etc. Schedæ Grabii.) [*]((97) Χριστὸς ἐλήλυθεν, etc. Eædem schedæ.)

1452
Ἤ τοῦτό ἐστιν ἐναργῶς, τὸ διακρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογικῶν καὶ τῶν ἱερουργούντων τὸ σωτήριον κήρυγμα, οἵ καὶ συναγείρουσι Χριστῷ τοὺς ὁσίους αὐτοῦ· « οὓς προέγνω, φησὶ, καὶ προώρισε· καὶ οὓς ἐκάλεσε, καὶ ἐδικαίωσεν· οἳ πληροῦσι τὴν Διαθήκην, οὐ δἰ αἱμάτων, ἀλλὰ ταῖς πνευματικαῖς θυσίαις.

Τοῦ αὐτοῦ. Ἐνταῦθα προδήλως (1) τὸν Χριστὸν λέγει Θεόν. « Πᾶσαν γὰρ « τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ.

Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, κ. τ. ἑ. Περὶ τῶν (2) μετὰ τὴν παρουσίαν Χριστοῦ ἀθετουμένων παρὰ Ἰουδαίοις θυσιῶν ταῦτα ἁρμόσει προφητεύεσθαι. Ἤ οὐδὲ πονηρᾷ, φησὶ, διαθέσει πρόσαγε ἐφʼ ᾧ τὸν Κάϊν διήλεγξα.