Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Σὺ δὲ ἐμίσησας παιδείαν, κ. τ. ἑ Παιδεία ἐστὶ (7) μετριοπάθεια παθῶν.
Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, κ. Ἡ μερὶς ἡμῶν (8) ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν, τὴν ἐκείνων ἀναλαμβάνοντες. Μοιχὸν ἐνταῦθα τὸν πόρνον καλεῖ, καὶ. παντοῖον ἀκόλαστον.
[*](26 Rom. VIII, 29, 30. Joan. v, 22. Matth. x, 29, 29 Psal. L, 19. 30 Matth. xv, 8.)[*]((5) Οὐ μόνον, etc. Catena Corderii.)[*]((6) Ὅτι οὐ δεῖ, etc. Codex Coislinianus et sche- dæ Grabii.)[*]((7) Παιδεία ἐστί, etc. Iidem mss.)[*]((8) Ἡ μέρις ἡμῶν, etc. Iidem mss.)Υπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ. Ὁμοίωσίς ἐστιν (9) ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις. Διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος.
Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ. Ἁρπάζεται ψυχὴ (10) παντελῶς ἐκπεσοῦσα Θεοῦ.
Θυσία αἰνέσεως δοξάσει με, κ. τ. ἑ. Ἐν τῇ θυσίᾳ (11), φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας. Θυσία δὲ αἰνέσεως δοξάσει ἡμῶν τὸν Θεὸν, ὅτι οἱ βλέποντες τὰ καλὰ ἡμῶν ἔργα δοξάσουσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐν δὲ τούτοις ὅντων ἡμῶν, ἐστὶν ἡ ὀδὸς ἐν ᾗ δείξει ἡμῖν ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ.
(12) Ἐκ τῶν εἰς τὸν ν᾿ ψαλμὸν ἐξηγητικῶν ἐν μέρει τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας τὴν ἀρχὴν ἀλληγορήσας, ἐπιφέρει.
Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστορίαν ἀλληγορῆσαι, μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητητέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον, εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα· μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀναπαύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγωνιῶντος. Οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν διʼ ἑαυτὴν ἀναγεγράφθαι νομίζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου Πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος· ἐφʼ οἷς οὐ μόνον ἀκολασία, ἀλλὰ καὶ ὠμότης καί ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυῒδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. Ἐγὼ δὲ εἴποιμι ἂν, ὅτι, ὥσπερ αἱ κρίσεις τοῦ Θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἰτίαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχὰς, οὕτω καὶ αἱ Γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀποῤῥήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι, καὶ αἰτίαι δοκοῦσι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ Θεοῦ ἐξ ὧν οὐ νοοῦσι Γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου Θεοῦ. Ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ Λόγου, καὶ « τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,» φανερωθέντος τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις, διά τε Γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Λόγου τοῦ « ἐν ἀρχῇ πρὸς τὸν Θεόν. »
Ἐλέησόν με, ὁ Θεὸς, κ. τ. ἑ. Ἐλεεῖ δὲ τὴν φύσιν [*](31 Matth, v, 16. 32 I Cor. 11, 7, 8; Rom. XVI, 25.) [*]((9) Ὁμοίωσίς ἐστιν, ete. Iidem mss.) [*]((10) Ἀρπάξεται ψυχή, etc. Iidem mss.) [*]((11) Ἐν τῇ θυσίᾳ, etc. Catena Corderii.)
Ἐπὶ πλεῖον πλῦνόν με, κ. τ. ἑ. Τοῦ μηκέτι (14) ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα· ὁ δὲ ἐπὶ πλεῖονπλυθεὶς καθαρίζεται ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ. Κατὰ μιᾶς τοίνυν ἐνεργείας ἐπίνοια διάφορος. Ἡ μὲν γὰρ χωρὶς νόμου, ἡ δὲ κατὰ νόμου παράβασιν δηλοῖ. Αἱτεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως. Ὅρα δὲ τοῦ Χριστοῦ πάλιν τὸ μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν.