Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. « Οἱ τοῖς τάφοις (86) κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας, » τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνημεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἡσαΐᾳ· « Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον; » Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ζήσουσιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος.
Τυῦ αὐτοῦ Τάφος νοῦ (87) ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. « Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. » Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλʼ ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι [*](13 Joan. Xν, 6. 14 Cor. I,19. Jerem. ν, 22.) [*]((84) Ὁ κοπιῶν, etc. Schedæ Grabii.) [*]((85) Ὀψόμεθα τοὺς σοφούς, etc. Eædem schedæ et partim Catena Barb.)
Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἑ. Ὁ μὴ συνιεὶς (88) ἄνθρωπος ἐν τιμῇ ὤν ἑαυτὸν παρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἕσθ ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δἰ ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. « Αὕτη ἡ ὀδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· » ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ῶν σνανδά. « Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. » Τὸ χρηστὸν οἷμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου.
Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ. Ἐλπὶς ἀγαθὴ (89) τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι.
Ὡς πρόδατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. Θάνατος ποιμανεῖ (90) τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, « Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, » καὶ ταῦτα λέγει τὸ, « Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου, » καὶ τὰ ἐξῆς.