Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὁρ Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, κ. τ. ἑ. Εὔριζον ἀγαλλίαμά (67) ἐστιν ὁ Χριστός. « Τὸ ἀγαλλίαμα γάρ μου, φη, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος ὁ ἐν αὐτῷ.
Τοῦ αὐτοῦ. Τὰ ὅρη Σιὼν (68). τὰ πλευρὰ τσῦ Βοῤῥᾶ, πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Κατὰ τοῦτο δύναται ἐν τῷ Εὐαγγελίῳ εἰρῆσθαι, Ἱεροσόλυμα εἷναι τοῦ μεγάλου βασιλέως, ὡς ἐνθάδε· Ὅρη Σιὼν. τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ. μεγάλου. Ὥσπερ δὲ μέγας ἱερεὺς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ ὑπʼ αὐτὸν ἱερατεύματος, οὕτω καὶ μέγας βασιλεύς· βασιλεὺς γάρ ἐστι βασιλευόντων.
Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, κ. τ. ἑ. Ἵνα ταυτὸ (69) εἴπωσι πάντες, καὶ μὴ ἧ ἐν αὐτοῖς σχίσματα.
Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις. κ. τ. ἑ. Θάρσεις, θαλάσσης (70). Λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνῇ Θαρσεῖς καλεῖται.
Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐτ πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῖ ἡμῶν, κ. τ. ἑ. Ἔξω μὲν τῆς πόλεως (71) ἠκούσαμεν εἴδομεν γενόμενοι ἐν τῇ πόλει, ἃ πρότερον ἠκηαόαμεν. Καὶ γενόμενοι ἐν μέσῳ τοῦ ναοῦ σου, ὑπελάβομεν τὸ ὄνομά σου ἐν τῇ Χριστοῦ παρουσίᾳἈξίως τοῦ ὀνόματος τοῦ Θεοῦ γέγονεν ἡ αἴνεσις αὐτῶν.
Τοῦ αὐτοῦ. Ὅσα διὰ τῆς πίστεως (72) ἀκούομεπερὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομε τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθεία λαμβάνοντες.
Δικαιοσύνης πλήρης ἡ δεξιά σου, κ. τ. ἑ. Ὁ Χριστός ἐστιν (73) ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμέας δικαιοσύνης. Διὸ « καὶ ἐκ τοῦ πληρώματος αὐτοῦἡμεῖς πάντες ἐλάβομεν. »