Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Τῷ κατὰ Θεὸν (62) εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· « Εὐθυμεῖ τις; ψαλλέτω. »

Ὁ Θεὸς κάθητο ἐπὶ θρόνου ἁγίου αὐτοῦ, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ ὁ (63) Χριστός· Χριστοῦ δὲ ἡ φύσις ἡ λογική.

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀδραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, κ. τ. ἑ. Ὅσοι συνάγονται (64) μετὰ τοῦ Ἀβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ. Τὸ δὲ « συνήχθησαν» ἀντὶ τοῦ « συναχθήσονται. » Ἀπὸ γὰρ τῶν γεγονότων, φησὶν, οἱ πάντων τῶν ἐθνῶν ἄρχοντες ἅμα ἡμῖν συναχθέντες εἰς ὑμνῳδίαν Θεὸυ αἶνέσουσι.

Τοῦ αὐτοῦ. Εἴ τις ἐστὶ (65) κραταιὸς τῆς γῆς, τοῦ Θεοῦ ἐστιν ἐκεῖνος· ὁ γὰρ ἀσθενὴς οὐδέπω αὐτοῦ ἐστι. Κραταιὸς δὲ τῆς γῆς ὁ κατὰ τοῦ φρονήματος τῆς σαρκὸς κεκραταιωμένος. Τῶν ἐν τῇ γῇ κραταιῶν εἰσί τινες τοῦ Θεοῦ, οἵτινες σὐχ ἁπλῶς ἔπῄρθησαν, ἀλλὰ σφόδρα· οὐ μέντοιγε ὑπερεπῇρθησαν;

Μέγας Κύριος, παὶ αἱνετὸς σφόδρα, κ. τ. ἑ. Οπου θεωρεῖται (66) ἡ μεγαλειότης τοῦ Κυρίου, ἐκεῖ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος τῇ πόλει τοῦ Θεοῦ ὑπὸ τῶν πολιτογραφηθέντων ἐν αὐτῇ. Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας [*](6 I. Thess. Iv, 15. 7 Jacob. m, 13.) [*]((59) Ἔδωκεν ἡμῖν , cte. Codex Coislinianus, sctedæ Grabi et catena Barbari.) [*]((60) Ὥσπερ ὁ Κύριος. etc. Catena Corderii.) [*]((61) Ἐκατέρως τῷ Θεῷ, etc. Eadem Catena.) [*]((62) Τῷ κατὰ Θεόν, etc. Schedæ Grabii.) [*]((63) Θρόνος μὲν Θεοῦ, cte. Codex Coislinianus.)

1440
καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἅλλο ἃν ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνο. μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς, ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφʼ ᾧ ἐπιδημήαν ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ σνστάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεαῦς Μήποτε οὐκ ἔστιν « εὖ ῥιζῶν,» (ἀδιανόητον γὰρ τοῦτο·) ἀλλὰ « εὐρίζῳ, » οἱονεὶ καλὴν ῥίζαν ἔχονπι καταλλήλως τῷ κλάδῳ.

Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὁρ Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, κ. τ. ἑ. Εὔριζον ἀγαλλίαμά (67) ἐστιν ὁ Χριστός. « Τὸ ἀγαλλίαμα γάρ μου, φη, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος ὁ ἐν αὐτῷ.

Τοῦ αὐτοῦ. Τὰ ὅρη Σιὼν (68). τὰ πλευρὰ τσῦ Βοῤῥᾶ, πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Κατὰ τοῦτο δύναται ἐν τῷ Εὐαγγελίῳ εἰρῆσθαι, Ἱεροσόλυμα εἷναι τοῦ μεγάλου βασιλέως, ὡς ἐνθάδε· Ὅρη Σιὼν. τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ. μεγάλου. Ὥσπερ δὲ μέγας ἱερεὺς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ ὑπʼ αὐτὸν ἱερατεύματος, οὕτω καὶ μέγας βασιλεύς· βασιλεὺς γάρ ἐστι βασιλευόντων.