Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ψάλατε τῷ Θεῷ ἡμῶν, κ. τ. ἑ. Ἑκατέρως τῷ Θεῷ (61), διὰ τὸ, « βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός. Τὸ « συνετῶς » ἴσον τῷ, ψάλατε τῷ νῷ. Ἔστι δὲ καὶ προτρεπτικὸν εἴς γνῶσιν. Καὶ ἐβασίλευσεν ἐν τῇ Χριστοῦ παρουσίᾳ. Θρόνος δὲ ἅγιος Θεοῦ οἱ βασιλευόμενοι ὑπʼ αὐτοῦ, οἷς ἐνίδρυται ὁ Θεός.

Τοῦ αὐτοῦ. Τῷ κατὰ Θεὸν (62) εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· « Εὐθυμεῖ τις; ψαλλέτω. »

Ὁ Θεὸς κάθητο ἐπὶ θρόνου ἁγίου αὐτοῦ, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ ὁ (63) Χριστός· Χριστοῦ δὲ ἡ φύσις ἡ λογική.

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀδραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, κ. τ. ἑ. Ὅσοι συνάγονται (64) μετὰ τοῦ Ἀβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ. Τὸ δὲ « συνήχθησαν» ἀντὶ τοῦ « συναχθήσονται. » Ἀπὸ γὰρ τῶν γεγονότων, φησὶν, οἱ πάντων τῶν ἐθνῶν ἄρχοντες ἅμα ἡμῖν συναχθέντες εἰς ὑμνῳδίαν Θεὸυ αἶνέσουσι.

Τοῦ αὐτοῦ. Εἴ τις ἐστὶ (65) κραταιὸς τῆς γῆς, τοῦ Θεοῦ ἐστιν ἐκεῖνος· ὁ γὰρ ἀσθενὴς οὐδέπω αὐτοῦ ἐστι. Κραταιὸς δὲ τῆς γῆς ὁ κατὰ τοῦ φρονήματος τῆς σαρκὸς κεκραταιωμένος. Τῶν ἐν τῇ γῇ κραταιῶν εἰσί τινες τοῦ Θεοῦ, οἵτινες σὐχ ἁπλῶς ἔπῄρθησαν, ἀλλὰ σφόδρα· οὐ μέντοιγε ὑπερεπῇρθησαν;