Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἄγταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ [*](1 Psal. XXXIII, 20. 2 Matth. VII, 14. 3 Psal. XLV, 6.) [*]((47) Φεύγοντες τὴν πορνείαν, etc. Schedæ Grabii et Catena Barbari.) [*]((48) Θαλάσσας καὶ ὄρη. etc. Schedæ Grabii, codex Coishinianus et Catena Barbari.) [*]((50) Πόλις Θεοῦ, etc. Schedæ Grabii et Catena)
Τοῦ αὐτοῦ. Τόξον νῦν (54) καὶ ὅπλον καὶ θυρεὺν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς.
Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός, κ. τ. ἑ. Σχολῆς χρεία (55) πρὸς τὸριον.
Πάνται τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. Οἱονεὶ φωνὴν (56) ἀφιέτωσαν ἀγαλλιάσεως ἀτὸ τῶν καλῶν ἔργων αἱ χεῖρες ἡμῶν. Καὶ γὰρ ἀλαλάζοντες, καὶ ὅτι ποτʼ οὖν πράττοντες, ἤτοι τῷ Θεῷ ποιοῦμεν. ὅταν κατὰ Θεὸν ᾖ, ἢ τῷ διαβόλῳ, ὅταν κακίαν ἐνεργοῦμεν. Οὕτω δὲ καὶ τῷ Θεῷ ψάλλομεν, καὶ τῷ βεσιλεἴ Χριστῷ, ἀπὸ κοινοῦ τὸ ἐν φωνῇ ἀγαλλιάσεως· ἵν’ ᾖ τό· Κροτήσατε χεῖρας τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Εἶναι δύναται πᾶσα ἡ κατὰ Θεὸν, ᾖ ἔπεται τὸ ἀγαλλιᾷν· ἡ δʼ ἐναντία κλαυθμός. Καὶ πάλαι μὴν Κύριος ἦν οὐκ ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ὕψιστος ὀ??γοις, καὶ φοβερὸς εὐλαβέσιν εὐαριθμήτοις, καὶ βαπλεὺς οὐ πολλοῖς, καὶ μέγας σπανίοις, ὁποῖος ἦν ὁ μέγας Ἰσαὰκ καὶ ὁ μέγας Μωσῆς· νυνὶ δὲ παλλῷ πλείοσι ταῦτα πάντα ἐστίν· ἔσται δὲ καὶ ἅπαξ πλλῶς πάντα ἐν πᾶσι. Πρότερον μὲν ἐπὶ τὸν Ἰσραὴλ μόνογ ἦν μέγα τὸ ὄνομα αὐτοῦ· ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν. Βαιλεὺς γὰρ νῦν πάσης τῆς γῆς ὁ Θεὸς, ὅτε ἐβασίλευσεν ὁ Θεὶς ἐπὶ τὰ ἔθνη.
Τοῦ αὐτοῦ. Ἐπὶ ταῖς νίκαις (57) πεφὑκασιν οἱ ἄνθρωποι τὰς χεἴρας κροτεῖν. Τοιγαροῦν κροτήσω μεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· « Θαρσεἴτε, ἐγὼ νενίκηκα τὸν κόσμον. » Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τά ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων.
Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ. « Ὑπέταξ λαοὺς (58), » τοὺς μαθητευομένους τοῖς τοῦ Ἰσραῒλ μυστηρίοις. Ταῦτα δὲ οἱ ἀπόστολοι ἐροῦσιν ἐπὶ τοἴς [*]((56) Οἱονεὶ φωνήν, etc. Catena Corderii.) [*]((57) Ἐπὶ ταῖς νίκαις, etc. Schedæ Grabii.) [*]((58) Ὑπέταξε λαούς, etc. Catena Cordurii.-)
Τοῦ αὐτοῦ. Ἔδωκεν ἡμῖν (59) ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων παὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δὑναμιν τοῦ ἐχθροῦ.