Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, κ. τ. ἑ. Θαλάσσας καὶ ὄρη (48) νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
Τοῦ ποταμοῦ τὰ ὀρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, κ. τ. ἑ Τοῦ ποταμοῦ (49) τὰ ὁρμήματα κατὰ τὰς διαιρέσεις τῶν χαρισμάτων καὶ τὰς διαιρέσεις τῶν διακονιῶν. Βοηθεἵται ἡ πόλις τοῦ Θεοῦ, ἐγγιζούσης ἡμέρας. Γράφεται δὲ καὶ,« Βοηθήσει αὐτῆς τῷ προσώπῳ· » σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτον, ἡνίκα παρὰ τῶν ἀντικειμένων ταράσσεται.
Τοῦ αὐτοῦ. Πόλις Θεοῦ (50) ἤτοι ἡ Ἐκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα.
Ἐταράχθησαν ἔθνη, ἔκ. λιναν βασ λεῖαι, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (51) ἔκλιναν αἱ βασιλεῖαι. « Ἔδωκε φωνὴν αὐτοῦ ὁ Χριστὸς, ἐσαλεύθη ἡ γῆ· ἀντὶ τοῦ, οἱ ἐπὶ τῆς γῆς, τῶν πανταχοῦ Ἐκκλησιῶν συνισταμένων.
Τοῦ αὐτοῦ. Ἐὰν ἀκούσῃ φωνῆς (52) Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ τἀναντία πάλαι φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα τῷ θείῳ ζυγῷ καὶ σωτηρίῳ· τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἶον φωνῇ τινι χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξεν.
Ἄγταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ [*](1 Psal. XXXIII, 20. 2 Matth. VII, 14. 3 Psal. XLV, 6.) [*]((47) Φεύγοντες τὴν πορνείαν, etc. Schedæ Grabii et Catena Barbari.) [*]((48) Θαλάσσας καὶ ὄρη. etc. Schedæ Grabii, codex Coishinianus et Catena Barbari.) [*]((50) Πόλις Θεοῦ, etc. Schedæ Grabii et Catena)
Τοῦ αὐτοῦ. Τόξον νῦν (54) καὶ ὅπλον καὶ θυρεὺν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς.