Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Μήποτε « ὁ μηρὸς (35) » σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἤ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ,« ἔντεινον. » Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ.
Ἕνεκεν ἀληθείας καὶ πραότηεος καὶ δικαιοσύνης, κ. τ. ἑ. Οἱ ἀληθεῖς(36), καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. « Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. » Δεξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγοε.
Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ (37) αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. Δεῖ γὰρ πρῶτον πιστεῦσαι ὅτι ἔστι Θεός.
Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος (38) ὑπὲρ ἀληθείως, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρ ῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνο μίαν. Ἀλλʼ οὐ τοιοῦτος ὁ Χριστός.
Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείαςσου, κ. τ. ἑ. Ἥ ῥάβδος Χριστοῦ(39) ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας , ῥάβδος εὐθύτητος εἵρηται, εὐθὑνουσα, [*](95 Matth. IX, 5.) [*]((33) Τὴν σοφίαν, etc. Codex Coislinianus et ca- ten(- Burlvri.) [*]((34) Αὕτη ἡ ῥομφαία, etc. Schedæ Grabii.) [*]((35) Μήποτε ὁ μηρός, etc. Catena Corderii.) [*]((36) Οἱ ἀληθεῖς, etc. Schedæ Grabir.)