Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις (17) ἐπράθημεν, ἀφʼ ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν.

Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα (18) δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ὅλλοι κύκλῳ. « Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (ο γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατʼ αὐτούς·) καὶ κίνησιν κεφαλῆς, » τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν « ἐν τοῖς λαοῖς. »

Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν (19) αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατʼ ἐνέργειαν πλημμελοῦντες.

Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντες, κ. τ. ἑ. Τοῦτο λεκτέον (20) πρὸς τοὺς ἐν διωγμοῖς λπομείναντας.

Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων (21) εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ.

Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, » ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπʼ ροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς αρδίαις εἰς Αἴγυπτον.

Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν Διαθήκην (22) τοῦ Θεοῦ τᾶς ὁ μὴ ζῶν κατ᾿ αὐτήν. Ἀπεναντίας, φησὶ, τοἴς λλοις ἡμεἴς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν εινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ στήκομεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ στιν, « Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; » Τουττιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἂ ἐπιστεύθημεν, λʼ ἐφυλάξαμεν μετὰ ἀκριβείας.