Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν (4) ἐστι Θεοῦ ὅ Χριστός σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.

Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ (5) ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· « Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, « Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ· » μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι.

Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ σροσώπου μου ὁ Θεός μου, ν. τ. ἑ. Ἡ ψυχὴ δεῖται (6) ὑπομνήσεως τῆς, « Ἔλπισον ἐπὶ τὸν Θεόν.» Σωτήριον δὲ τοῦ προσώπου ἀνακεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μεταμορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν.

Ὁ Θεδς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου (7) τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἄπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παραλαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἐξῆς διὰ τὸ, « Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι. » Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν.

Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ. Κακἱαν μὲν (8) καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. « Πᾶσα γὰρ φυτεία ἤν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. » Ἔθνη λέγει τὰς τπέντε σατραπεῖας τὰς ἐν Παλαιστίνη, Γεθθαίους, Ἀζωτίους, [*](92 Coloss.III,10. 93 Psal. CII,5. 94 Matth. xv,13.) [*]((3) Τὸ ἐξαπεσταλμένον, etc. Catena Corderii.) [*]((4) ρος γιιον, etc. Codex Coislinianus.) [*]((5) ἔΚφὶ ἐν τῷ, etc. Catena Corderii.) [*]((6) ψυχὴ δεάτα, etc. uadeu.)

1424
Ἀκαρωνίτας, Γαζαίους, καὶ Ἀσκαλωνῖταυ