Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ δρους μικροῦ, κ. τ. ἑ. Ἰορδάνης, κατάβασις (95)· Ἑρμωνιεὶμ, ἀναθεματισμός. Ἔοικεν ἀσχάλλειν καὶ ὀδυνᾶσθαι παῤ ἑαυτῷ, ἀναμιμνησκόμενος τοῦ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γεγονότος θαύματος ἐν τῷ Ἰορδάνῃ, ὅτε διῃρέθη τὸ ὕδωρ ἄχρις οὗ διῆλθε τὸν ποταμὸν ὁ λαός· καὶ τοῦ κατὰ τὸ παρακείμενον βραχύτατον ὄρος, ὅτι μὴ τῆς αὐτῆς καὶ οὗτος τυγχάνει προνοίας ὁποίας κἀκεῖνος. Τάχα δὲ καὶ ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς, αὐτὸν διαλεγομένης.

Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος, κοὶ νυκτὸς δηλώσει, κ. τ. ἑ. Ῥαψάκου (96) ποτὲ οιολιοριοῦντος τὴν Ἱερουσαλὴμ, καὶ τὸν τῶν ὅλων ὡς μὴ υνάμενον αὐτοὺς σῶσαι βλασφημοῦντος Θεὸν, μιᾷ τληγῇ ἐν νυκτὶ ρπε΄ χιλιάδες ἀνῃρέθησαν τῶν σὺν ιὐτῷ ὄντων Ἀσσυρίων. Τοῦ Θεοῦ τοίνυν τῇ πρὸ νυτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος « ‘Υπερασπιῶ ῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά ιου· » διὰ τὸ ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ν νυκτὶ δὲ τὸ ἔργον, φησὶ τὸ, « Ἡμέρας ἐντελεῖται ύριος, » καὶ τὰ ἐξῆς. Τὸ δὲ, « Προσευχὴ τῷ Θεῷ ῆς ζωῆς μου, ὅτι οὕτως οὐδὲν εὑρίσκεται μέσον οῦ τε σοῦ προστάγματος καὶ τῆς ἐμῆς ἀπολαύσεως λλʼ εὐθὺς, φησὶν, εὑρίσκε ται ἐν ἐμοὶ εὐχαριστία τῷ εῷ ἀναπε μπομένη τῷ τὴν ζωήν μοι χαρισαμένῳ. αὶ νυκτὸς, φησὶ, καὶ ἡμέρας παρὰ σοῦ χορηγούμε- ν τὸν ἔλεον ἐπισταμένως ἅδω καὶ ὑμνῶ.

Τοῦ αὐτοῦ. Τὰ μὲν ἀγαθὰ (97) τοῦ μέλλοντος ῶνος εἶνα: διδάσκει, τοῦτον « ἡμέραν καλῶν, εἰς [*](87 Luc. xv 7,88 Cor. iii, 18. 89 IV Reg. xix, 34.) [*]((94) Ἡ μὲν κατὰ Μωσέα, etc. Catena Corderii.) [*]((95) Ἰορδάνης κατάβασις, etc. Schedæ Grabii.) [*]((96) Ῥαψάκου, etc. Eædem.) [*]((97) Τὰ μὲν ἀγαθά, etc. Catena Corderii.)

1420
ὅν ἐπήγγελται, φησὶν, ὁ Θεὸς τὸν ἔλεον σὐτοῦ εἰς εὐ. φροσύνην, ὅτι νὺξ καὶ σκότος ἡ διʼ ὕμνων πρὸ; θεὸν, ὁμιλία, καὶ ἡ δἰ εὐχῶν ἀπότασις.

Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, διὰ τί ἐπελάθου; Τί ἵνα σκσθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; κ. τ. ἑ. Οὐ τὸ μὴ θλ βεσθαι (98) ἀξιοῖ ὑπὸ ἐχθροῦ, ἀλλὰ θλιβόμενος μὴ σκυθρωπάζειν. Τοῦτο γὰρ ἀθλητῇ εὐαρεπουμένῳ. τοῖς περιστατικοῖς ἁρμόζει. Ἐν δὲ τῷ ἑξῆς ψαλμῷ προτάσσων τὸ, « Ἵνα τί ἀπώσω με;» τοῦ Ἴνα πίσ. θρωπάζων πορεύομαι; » ἔοικεν ἐμφαίνειν, ὅπι ἀπωσθέντος ἀπὸ Θεοῦ ἴδιον οὐ τὸ ὑπʼ ἐχθροῦ θλίβεσθαι, ἀλλὰ τὸ σκυθ ρωπάζειν ἐν τῷ θλίβεσθαι. Εἰ μέντοιγε Χριστὸς λέγοι τὸ ἐν τῷ ἑξῆς ψαλμῷ, ὅμοια αὐτῷ λέγει ἐν πνεύματι οὕτως· « Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. » Καὶ σκυθωπάζων πορεύεται λέγων· « Περίλυπός ἐστιν ἡ ψυχῃ μου. » Ἤ ἐπαπορητικῶς Χριστὸς λέγει, οἱονεὶ τοι οῦτον ἐμφαίνων· Τί ἀνύεται ἄξιον τοῦ, ἀπωσθέντα με ὑπὲρ σωτηρίας ἀνθρώπων, ἀπὸ σοῦ σκυδρωπάζοντα πορεύεσθαι, ἐκθλίβοντος ἐχθροῦ; Ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ήμέραν Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ, Τάχα τὸν ἄγιον (99) λυπεῖ τὸ, « ποῦ, » ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνίας τὸ ὲντόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὅγκου δὲ τὸ Θεῖον ἐλεύθερον.

Κρῖνόν με, ό Θεὸς, καὶ δέκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὀσίου, κ, τ. ἑ. Καὶ ὁ Χριστὸς κριθῆναι ἀξιοῖ ἀπὸ Θεοῦ· πρὸς ὃν οἶμαι τὸ, Νν κήσεις ἐν τῷ κρίνεσθαί σε. » Ὁ ἐφʼ ἑαυτῷ θσῤῥῶκαὶ πεπεισμένος ἠδικημένος μηδέποτε ἐαυτὸν ὲαδι· κηκέναι, ἀλλὰ τόπον τῇ ὀργῇ δεδωκέναι, ταῦταρὶ « Ἐξ ἔθνους οὐχ ὁσίου, » καὶ τὰ ἑξῆς. Εὶ μὲν ὁ Σωτὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι· εἰ δὲ ὁ δίκαιος, περὶ ἀντικειμένων λέγει δυνάμεων. Ῥύεται δέ ὁ Θεὸς ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου, ὅτε οὐ βλάπτεταί τις ὑπʼ αὐτῶν. Τὸ, « Ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίο ῥῦσαί με, » περὶ ἑκάστου δολοῦντος τὸν λόγον Θεοῦ, καὶ ἀδίκου προσποιουμένου τὰ τῆς τίστεω.

Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀἰήθεις σου· αὐτά με ὡδήγησαν καὶ ἥγαγόν με εἰς ὁρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου, κ. « Ἐγώ εἰμι τὸ φῶς (2) τοῦ κόσμου, φησὶν ὁ Σωτ καὶ πάλιν « Ἐγώ εἰμι ἡ ἀλήθεια. » Ἐνταῦθα τὶν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενζμένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαρέστερνεἰρήκασιν· « Ἀπόστειλον τὸ φῶς σου καὶ τὴνθειάν σου, ἅτινα ὁδηγήσει καὶ ἄξει ἡμᾶς εἰς τὸ ὅρο: τὸ ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.» Σκηνώματ δὲ τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ λέγει τὴν Σιεὐντεἰς ὃ ἐπανελθεῖν ἀξιοῖ θείας τυχὼν τῆς εὐμενεία, [*]((1) Και ὁ Χριστός, etc. Catena Corderiiel Barbari.) [*]((2) Ἐγώ εἰμι τὸ φῶς, etc. Schedæ Grabii, Catena Barbari.)

1421
Φῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς.