Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Τροφιμώτατός ἐστι (92) κλαυθρὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται.
Ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέρ Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ. Ὁ Θεὸς μὶν (93) ὡς δημιουργός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσι εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ σαὶ ἡ συ φία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πη μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ὁ Θεός· τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ Θεὸν ἀγγέλων τὸ δὲ μηδέποτε δαιμόνων· τὸ ποτὲ μὲν καλῶς, ποτ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων στίν. Εὐλόγως δέ τις ἀποκρίναιτο τὸ, « Ποῦ ἐστιν ὁ Θεός; » ὅτι, Πανταχοπλὴν τῆς ὑμετέρας ψυχῆς.
Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ. [*]((92) Τροφιμώτατός ἐστι, etc. Schedæ Grabii.) [*]((93) Ὁ Θεὸς μέν, etc. Eadem.)
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ δρους μικροῦ, κ. τ. ἑ. Ἰορδάνης, κατάβασις (95)· Ἑρμωνιεὶμ, ἀναθεματισμός. Ἔοικεν ἀσχάλλειν καὶ ὀδυνᾶσθαι παῤ ἑαυτῷ, ἀναμιμνησκόμενος τοῦ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γεγονότος θαύματος ἐν τῷ Ἰορδάνῃ, ὅτε διῃρέθη τὸ ὕδωρ ἄχρις οὗ διῆλθε τὸν ποταμὸν ὁ λαός· καὶ τοῦ κατὰ τὸ παρακείμενον βραχύτατον ὄρος, ὅτι μὴ τῆς αὐτῆς καὶ οὗτος τυγχάνει προνοίας ὁποίας κἀκεῖνος. Τάχα δὲ καὶ ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς, αὐτὸν διαλεγομένης.
Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος, κοὶ νυκτὸς δηλώσει, κ. τ. ἑ. Ῥαψάκου (96) ποτὲ οιολιοριοῦντος τὴν Ἱερουσαλὴμ, καὶ τὸν τῶν ὅλων ὡς μὴ υνάμενον αὐτοὺς σῶσαι βλασφημοῦντος Θεὸν, μιᾷ τληγῇ ἐν νυκτὶ ρπε΄ χιλιάδες ἀνῃρέθησαν τῶν σὺν ιὐτῷ ὄντων Ἀσσυρίων. Τοῦ Θεοῦ τοίνυν τῇ πρὸ νυτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος « ‘Υπερασπιῶ ῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά ιου· » διὰ τὸ ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ν νυκτὶ δὲ τὸ ἔργον, φησὶ τὸ, « Ἡμέρας ἐντελεῖται ύριος, » καὶ τὰ ἐξῆς. Τὸ δὲ, « Προσευχὴ τῷ Θεῷ ῆς ζωῆς μου, ὅτι οὕτως οὐδὲν εὑρίσκεται μέσον οῦ τε σοῦ προστάγματος καὶ τῆς ἐμῆς ἀπολαύσεως λλʼ εὐθὺς, φησὶν, εὑρίσκε ται ἐν ἐμοὶ εὐχαριστία τῷ εῷ ἀναπε μπομένη τῷ τὴν ζωήν μοι χαρισαμένῳ. αὶ νυκτὸς, φησὶ, καὶ ἡμέρας παρὰ σοῦ χορηγούμε- ν τὸν ἔλεον ἐπισταμένως ἅδω καὶ ὑμνῶ.