Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μὴ ὁ καιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναις; κ. τ. ἑ. Ἀναγκαίως (87) λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος. Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.

Σὺ σὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον (88) καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλʼ ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, « ἀνάστησόν με,» ἀνθρωποπρεπῶς· τὸ δὲ ἀνταποδώσω αὐτοῖς,» δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρετῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα τάλιν ἀνθρωπινώτερον ἔφη· « Ἐν τούτῳ ἔγνων, ὅτι εθέληκάς με, »ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι Τουτστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ ἐ ἀναστάντος οὐ μὴ ἐπιχαρᾕ ὁ τῆς ἀνθρωπότητος χθρὸς ὁ δεάβολος, ὁ τὸν θάνατον διʼ ἁμαρτίας ἐπαγαγών. [*]( 82 Psal. XXIX, 12. 83 Marc. IV, 11. 84 I Cor. v, 13.) [*]((84) Κλίνη ὀθόνης, etc. Codex Coislinianus.) [*]((85) Οἱ ἀόρατοι, etc. Catena Corderii.) [*]((86) ΟI ἀφανεῖς, etc. Eadem.)

1416
Ἤ τάχα καὶ Ἰουδαίους αἰνίττεται. Καὶ τὸ « ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν, » ἤτοι ἀμίαντον, ἀνθρυ πινώτρον εἵρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εὶς τὸν αἰῶνα.

Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, κ. τ. ἑ. Πρὸς. τὸν Θεὸν (89) διψῶσιν οἱ ἐν τῷ Εὐαγγελίῳ ἐπὶ τῷ διψᾷν μακαριζόμενοι. Οὐκ εἶπεν· Ἐδίψησεν ἡ ψυχή μου τὸν Θεὸν, οὐ γὰρ Θεὸν πίνει ἡ ψυχὴ, ἀλλά οπρὸ, τὸν Θεόν.» Τὰ γὰρ πρὸς Θεὸν ὁ ἅγιος διψὰ, ὥσπερ ἁμαρτωλὸς τὰ μὴ πρὸς Θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικ ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ Σωτὴρ δὲ εἰστήκει καὶ ἔκραζε λέγων· « Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. » Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσοντε τῷ προσώπῳ τοῦ Θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἀμαρ τωλῶν. Ἤ ὡς ἀποστρέψαντος τοῦ Θεοῦ τὴν ἐτοπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦσ ζωήν· πρὸς αὐτὸν δὲ καταντᾷν ἠβούλοντο τὸν θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι ὁ γαρ ἐσπιλωμένος, « Ἀπόστρεψον, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. »

Τοῦ αὐτοῦ. Εἰ τὸ πρόσωπον (90) τοῦ Θεοῦ οί ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐποθυμεῖ γενέσθαι ὁ Δαυῒδ καὶ βλέπειν τὸ πρόσωπον τπυ Θεοῦ.

Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ, κ τ. ἑ. Ὧν τό δάκρυα (91) ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τε· λείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν· ἐπεὶ ὁ ἀτελής ταράσσεται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυχὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διά τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνά. γει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων τὰ δάκρυα αὐτοῦ ἄρτου δίκη τραφήσεται· οὐκ ἐν τοῖς ἀνετικοῖς μόνον, ἃ ἡμέρ καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνομάζει.

Τοῦ αὐτοῦ. Τροφιμώτατός ἐστι (92) κλαυθρὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται.