Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, κ. τ. ἑ. Οἱ ἀφανεῖς (86) καὶ λὀρώμενοι ἐχθροὶ Χριστοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεἴν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Ἁρμόζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομένοις τοῖς ἑτεροδόξοις. Ἤ ἔξω τοῦ Σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν Κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης. Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω τῆς Ἰησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ Σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. Ἀλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπινοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴρηται· « Τοῖς δὲ ἔξω ἐν παραβολαῖς· καὶ, Τοὺς ἔξωθεν ὁ Θεὸς κρίνει.

Μὴ ὁ καιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναις; κ. τ. ἑ. Ἀναγκαίως (87) λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος. Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.

Σὺ σὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον (88) καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλʼ ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, « ἀνάστησόν με,» ἀνθρωποπρεπῶς· τὸ δὲ ἀνταποδώσω αὐτοῖς,» δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρετῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα τάλιν ἀνθρωπινώτερον ἔφη· « Ἐν τούτῳ ἔγνων, ὅτι εθέληκάς με, »ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι Τουτστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ ἐ ἀναστάντος οὐ μὴ ἐπιχαρᾕ ὁ τῆς ἀνθρωπότητος χθρὸς ὁ δεάβολος, ὁ τὸν θάνατον διʼ ἁμαρτίας ἐπαγαγών. [*]( 82 Psal. XXIX, 12. 83 Marc. IV, 11. 84 I Cor. v, 13.) [*]((84) Κλίνη ὀθόνης, etc. Codex Coislinianus.) [*]((85) Οἱ ἀόρατοι, etc. Catena Corderii.) [*]((86) ΟI ἀφανεῖς, etc. Eadem.)

1416
Ἤ τάχα καὶ Ἰουδαίους αἰνίττεται. Καὶ τὸ « ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν, » ἤτοι ἀμίαντον, ἀνθρυ πινώτρον εἵρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εὶς τὸν αἰῶνα.

Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, κ. τ. ἑ. Πρὸς. τὸν Θεὸν (89) διψῶσιν οἱ ἐν τῷ Εὐαγγελίῳ ἐπὶ τῷ διψᾷν μακαριζόμενοι. Οὐκ εἶπεν· Ἐδίψησεν ἡ ψυχή μου τὸν Θεὸν, οὐ γὰρ Θεὸν πίνει ἡ ψυχὴ, ἀλλά οπρὸ, τὸν Θεόν.» Τὰ γὰρ πρὸς Θεὸν ὁ ἅγιος διψὰ, ὥσπερ ἁμαρτωλὸς τὰ μὴ πρὸς Θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικ ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ Σωτὴρ δὲ εἰστήκει καὶ ἔκραζε λέγων· « Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. » Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσοντε τῷ προσώπῳ τοῦ Θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἀμαρ τωλῶν. Ἤ ὡς ἀποστρέψαντος τοῦ Θεοῦ τὴν ἐτοπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦσ ζωήν· πρὸς αὐτὸν δὲ καταντᾷν ἠβούλοντο τὸν θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι ὁ γαρ ἐσπιλωμένος, « Ἀπόστρεψον, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. »

Τοῦ αὐτοῦ. Εἰ τὸ πρόσωπον (90) τοῦ Θεοῦ οί ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐποθυμεῖ γενέσθαι ὁ Δαυῒδ καὶ βλέπειν τὸ πρόσωπον τπυ Θεοῦ.

Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ, κ τ. ἑ. Ὧν τό δάκρυα (91) ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τε· λείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν· ἐπεὶ ὁ ἀτελής ταράσσεται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυχὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διά τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνά. γει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων τὰ δάκρυα αὐτοῦ ἄρτου δίκη τραφήσεται· οὐκ ἐν τοῖς ἀνετικοῖς μόνον, ἃ ἡμέρ καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνομάζει.

Τοῦ αὐτοῦ. Τροφιμώτατός ἐστι (92) κλαυθρὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται.