Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένηται. κ. τ. ἑ. Τί ἐστιν « ὁ συνιών (83); » Ὁ νοῶν. Τί ἐσπ « πένης; » Ὁ τὴν θλίψιν αὐτοῦ καταλαμβάνων. γὰρ μαθὼν αὐτοῦ τὴν θλίψιν πάντως καὶ εὐθέως αύτὸν ἐλεήσει. Δύναται ὁ συνιεὶς πτωχὸν λόγου, σοφίας, καὶ τοῦ καλοῦ μακαρίζεσθαι, ὠφελῶν σὐτὸν. ἤτοι τὸν κοινῶς πτωχὸν, ἢ τὸν μακαριζόμενπον. « Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος·» ἤτοι ὡς μιᾷ ἡμέρᾳ οὔσῃ πονηρᾷ ὅλῃ τῇ τοῦ ἐνεστῶτος αἰῶνος, τῆς κρίσεως. Ἔστι γὰρ αὕτη σκότος τοῖς ἀμαριωλοὶκαὶ οὐ φῶς κατὰ τὸν προφήτην. Καὶ ὁ Ἀπόστολός φησιν· « Ὅτι αἱ ἡμέραι πονηραί εἰσι· » καὶ πάλιν « Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶσ πονηροῦ. » Παραινεῖ οὖν φιλανθρώπους εἶναι πρὀς [*]((82) Πρὸς τὴν τῶν ἀγαθῶν, etc. Catena Corde rii.) [*]((83) Τί ἐστιν ὁ συνιών, etc. Catena Corderii.)

1413
ἐνδεεῖς, ἢ συνιέναι τὸν ἑκουσίως πτωχεύσαντα.

Κόριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδόνης αὐτοῦ, κ. τ. ἑ. Κλίνη ὀδύνης (84) τὸ σῶμά ἐστι τῆς τατεινώσεως. « Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. » Πρὸς τὰ ἀμείνω μετενεχθήσεται, φησὶ, καὶ μεταβολὴν ἕξει πρὸς εὐρωστίαν. Ἔθος γὰρ τῇ Γραφῇ τὴν στροφὴν ἀντὶ τῆς μεταβολῆς τιθέναι, ὡς τό· « Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. »

Οἱ ἐχθροί μου εἶπαν κακά μοι, κ. τ. ἑ. Οἱ ἀόρατοι (83) τοῦ Σωτῆρος ἡμῶν ἐχθροὶ ἠθέλησαν αὺτὸν ἀποθανεῖν, ὡς ἵνα σβέσωσι τὴν δόξαν τοῦ ὀνόματος αὐτοῦ· ἀλλὰ πρὸς τῷ μὴ ἀπολέσθαι καὶ κάμψει ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Εἴποις δὲ αὐτὸν καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ποιήσασθαι τὴν εὐχὴν, οὕς ὥσπερ ψυχὴν αὐτοῦ τυγχάνοντας νοσῆσαι κατʼ ἐκεῖνον συνέβη τὸν καιρὸν καὶ ἡμαρτηκέναι, ὅτε πάντες καταλιπόντες αὐτὸν ᾤχοντο, Πέτρος δὲ καὶ τρίτον ἠρνήσατο.

Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, κ. τ. ἑ. Οἱ ἀφανεῖς (86) καὶ λὀρώμενοι ἐχθροὶ Χριστοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεἴν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Ἁρμόζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομένοις τοῖς ἑτεροδόξοις. Ἤ ἔξω τοῦ Σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν Κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης. Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω τῆς Ἰησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ Σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. Ἀλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπινοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴρηται· « Τοῖς δὲ ἔξω ἐν παραβολαῖς· καὶ, Τοὺς ἔξωθεν ὁ Θεὸς κρίνει.

Μὴ ὁ καιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναις; κ. τ. ἑ. Ἀναγκαίως (87) λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος. Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.

Σὺ σὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον (88) καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλʼ ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, « ἀνάστησόν με,» ἀνθρωποπρεπῶς· τὸ δὲ ἀνταποδώσω αὐτοῖς,» δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρετῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα τάλιν ἀνθρωπινώτερον ἔφη· « Ἐν τούτῳ ἔγνων, ὅτι εθέληκάς με, »ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι Τουτστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ ἐ ἀναστάντος οὐ μὴ ἐπιχαρᾕ ὁ τῆς ἀνθρωπότητος χθρὸς ὁ δεάβολος, ὁ τὸν θάνατον διʼ ἁμαρτίας ἐπαγαγών. [*]( 82 Psal. XXIX, 12. 83 Marc. IV, 11. 84 I Cor. v, 13.) [*]((84) Κλίνη ὀθόνης, etc. Codex Coislinianus.) [*]((85) Οἱ ἀόρατοι, etc. Catena Corderii.) [*]((86) ΟI ἀφανεῖς, etc. Eadem.)

1416
Ἤ τάχα καὶ Ἰουδαίους αἰνίττεται. Καὶ τὸ « ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν, » ἤτοι ἀμίαντον, ἀνθρυ πινώτρον εἵρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εὶς τὸν αἰῶνα.