Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἔδωκας εὐφροσύτην εἰς τὴν καρδίαν μου, τ. ἐ. Συνάδει τοῦ στίχου (15) ὁ νοῦς οἶς εἰς τὸν τὸ τούτου εἰρήκαμεν. Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ ὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο τὶν ἡ εὐφραινομένη καρδία; Ὅπερ λαμβάνομεν τὶ τοῦ νοητικοῦ, ᾧ δίδοται ἡ εὐφροσύνη θεωροῦντι ὸν καί μετέχοντι τῆς θειότητος αὐτοῦ. Οὐ ταυτὸν ἐστι τῷ εὐφραίνεσθαι καρδίαν τὸ εὐφραίνεσθαι ρκα. Ἐν μὲν γὰρ θεωρίᾳ καρδία εὐφραίνεται· ἐν τοῖς ὑλικοῖς βρώμασί τε καὶ πόμασι καὶ μίξεσι ρς εὐφραίνεται, τῆς καρδίας πεπαχυμμένης καὶ ἐς τὸ ἴδιον ἀγαθὸν ἐμποδιζομένης. Ἐπὰν οὖν λέται ἐν αὐτοῖς τοῖς Ψαλμοῖς· « Οἶνος εὐφραίνει [*](5 Psal. LXVI, 1. 66 Psal. LIX, 6. 67 Ezech. IX, 3 et seqq. 68 Psal. CIII, 15.) [*]((15) Συνάδει τοῦ στίχου, etc. Codex Baroceiahus, Daniel Barbarus.)

1168
καρδίαν ἀνθρώπου, καὶ ἄρτος καρδίαν ἀνθρώπω στηρίζει, » τὸν ἀληθινὸν ἄρτον νοητέον τροφιμώτατον ὅντα τῇ διανοίᾳ, καὶ τὸ γέννημα τῆς ἀληθινῆς ἀμπέλου μεθύσκον ὡς κράτιστον.

Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν, κ. τ. ἑ. Ἐν τῷ Ἑβραικῷ (16. ἀπὸ καιροῦ, » εἶχε. Καὶ οἱ Ἑβδομήκοντα δὲ οὕτω τεθείκασιν, ὡς τῆς ὅλης λέξεως εἶναι τὸν νοῦν τοιοῦ τον· Ἐν τῷ καιρῷ τῶν θεριζομένων σπερμάτων σίτου καὶ κριθῆς, καὶ τῶν ὀσπρίων πάντων τούτων. ἐπληθύνθησαν. Οἱ ἐν τῷ καιρῷ τὸ σιτομέτριον λαμβνοντες ἀπὸ καιροῦ σίτου ἐπληθύνθησαν, διὰ τὴ εὔκαιρον εἰς πληθυσμὸν ὠφελούμενοι. Ὁμοίως δʼ καὶ περὶ οἴνου τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου διαλεκτέον.

Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπʼ ἐλπίδ κατῴκισάς με, κ. τ. ἐ. Ἐὰν μὲν ἐκ προσώπου (17 τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομένην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπα ρἁβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέθους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, « Κατ μόνας κατῴκισάς με. » Εἰ δὲ ἐκ προσώπου τοῦ προφήτου, οἶμαι δηλοῦσθαι τὸ σπάνιον τοῦ ἀγιασμοῦ καὶ μάλιστα ἐν γενεαῖς ἁμαρτωλῶν, ὁποῖον ἦν τὸ ἐ ταῖς ἡμέραις Ἡλίου λέγοντος· « Κύριε, τοὺς προφή τας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου καττέσκαψαν καὶ ἐγὼ ὑπελήφθην μόνος. » Τάχα δὲ καὶ ὁ λαμβάνων τὸ βραβεῖον, καὶ ὑπὲρ τοὺς κατὰ τὴν ἑαυτω γενεὰν γενόμενος, ἐρεῖ τὴν λέξιν ταύτην τοῦ ψαλ μοῦ. Τὸ δὲ, « ἐπʼ ἐλπίδι, » ἐὰν μὲν ὁ Σωτὴρ λέγ κατὰ τὴν οἰκονομίαν, οὐ θαυμαστὸν ἐλπίζοντα αὐτὸ τὴν ἰδίαν ἀποκατάστασιν λέγειν ἐπʼ ἐλπίδι κατῳ κίσθαι ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸ, « Δόξασόν με, Πάτερ » τῇ δόξᾳ ἢ εἶχον πρὸ τοῦ κόσμον εἶναι παρὰ σοί. » Δύναται μέντοιγε « κατὰ μόνας » λέγεσθαι ὑπὸ Σε?? τῆρος διὰ τὸν καιρὸν ὅν πάντες ἐσκανδαλίσθησαν μαθητπὶ αὐτοῦ καταλιπόντες αὐτόν. Σαφὲς δὲ, κᾶν Προφήτης λέγη τις, τὸ, « ἐπʼ ἐλπίδι, » παντὸς ἁίυ διὰ τὴν ἀγάπην πάντα ἐλπίζοντος.

Τἂ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆ κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώ μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, κ. τ. ἑ. Χρ ἡμᾶς ἐννοεῖν (18) ὁποῖον μέγεθος νοητῆς φωνῆς ἕχε δεῖ, ἐφʼ ὦ καλέσωμεν τὴν σύνεσιν τοῦ Θεοῦ· κα τοιαῦτα ῥήματα ἁρμόζοντα ὡς τῷ Κυρίῳ, καὶ φι νὴν δεήσεως θαῤῥοῦσαν καὶ ἐπὶ τῇ προσοχῇ τοῦ Δε σπότου. Οὐδεὶς δὲ ὑπὸ ἁμαρτίας βασιλευόμενος ἐρτῷ Θεῷ· « Ὁ βασιλεύς μου· καὶ ὧν θεὸς ἡ κοιλία οὐκ ἐροῦσι, « Θεός μου, » τῷ Θεῷ.

Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, κ. τ. ἑ. ἀποθέμενος (19) τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσα μένος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα

[*](18 Χρὴ ἡμᾶς ἐννοεῖν, etc. Barbarus, Corderius rius, et schedæ mss. Ernesti Grabii.)[*]((19) Ὁ ἀποθέμενος, etc. Schedæ Grabii, Barbarus, Larus.)
1169

Τό πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψομαι· ὅτι ϲὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εῖ, οὐδὲ παροικήσει cοι πονηρευόμενος, οὐδέ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, κ. τ. ἑ. Ἅμα τῷ ἀνατεῖλαι (20) τὸν ἤλιον παραστήσομαί σοι, καὶ ἐν θεωρίᾳ ἔσομαι. « τοῦ μὴ εἶναί σε θέλοντα ἀνομίαν Θεὸν, μηδὲ παροικήσει σοι πονηρὸς, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. » Ὡς γὰρ οὐδὲ διαμένει νοσῶν ἐν ὀφθαλμοῖς τοῦ δυναμένου θεραπεῦσαι αὐτὸν ἰατροῦ, οὕτως οὐδὲ διαμενοῦσι παράνομοι ἐναντίον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ.

Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, κ. τ. ἑ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ (21) πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασε· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας τὸ ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ « ἐμίσησας » καὶ « ἀπολεῖς· » πρῶτον μὲν εἰ χεῖρον τοῦ « ἀπολεῖς » τὸ « ἐμίσησας· » δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς τὸν παρεληλυθότα ἐνέκλινε χρόνον, τὸ δὲ εἰς τὸν μέλλοντα. « Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, » οὐ τοὺς λαἀησαντας, ἀλλὰ τοὺς λαλοῦντας τὸ ψεῦδος. Εἰ δὲ τούτους ἀπόλλυσι Κύριος, πᾶς δὲ ἄνθρωπος ψεύστης, πάντας ἀπόλλυσιν ὁ Θεὸς, ἴνα, τὸ εἶναι ἄνθρωποι ἀποθέμενοι, γίνωνται θεοὶ, ἐπεὶ καὶ θεοὶ γεγονότες, καὶ υἱοὶ Ὑψίστου πάντες, γεγόνασιν ἄνθρωποι. Τοὺς ἑτεροδόξους οὖν ἀπολεῖ ὁ Θεὸς ἐν τῷ μέλλοντι αἰῶνι.

Ἄνδρα αἱμάτων καὶ λόλιον βδελύσσεται Κύριος, κ. τ. ἐ. Ἀνὴρ αἱμάτων (21·) ὁ ἐξ αἱμάτων γενημένος, ἢ ὁ φονικός.

Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσε. ιεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ϋγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ. Τῶν πονηρευομένων (22) καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· « Τὸ πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψει με. » Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾶ πολλῇ ὀνομαἐομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀληθείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἷκος Θεοῦ ἡ άγία καὶ ἐνάρετος κατάστασις, ἢν οἱ ἑχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς πὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· « Ναὸς γιὸς ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Ινεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ.» Πῶς γὰρ οὐκ ἷκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ν ὁ Γἰὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; Δυνατὸν καὶ ὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. Δηλοῦται τοῦτο ἐκ τῶν ραφομένων Τιμοθέῳ· Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν [*](I Cor. VI, 19.) [*]((20) Ἅμα τῷ ἀνατεῖλαι, etc. Corderius, Barbaus, codd. Roe, Baroccianus, et schedæ Combeti-) [*]((21) Τοὺς μέν ἐν τῇ πολιτείᾳ, ete. Daniet Bar. arus, schedæ Combetisii, ct codd. Anglicani.)

1172
οἴκῳ Κυρίου ἀναστρέφεσθαι , ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. » Κατʼ ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἄγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκεία πολιτείᾳ καὶ φρονήσει.