Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυῒδ, κ. τ. ἑ. Πολλῶν ψαλμῶν (90) κατὰ μὲν τοὺς Ἑβδομ ἡ κοντε ἐχόντων ἐπιγραφὴν « εἰς τὸ τέλος, » κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ « εἰς τὸ τέλος » ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον [*](91 Joan. XV, 2 92 Luc. XIII, 28. 93 GaI. V, 19. 94 Psal. LXVII, 21. 95 Psal. CXLV, 3.) [*](et Corderius Origeni tribuunt, quanquam similia aut eadem saltem quoad sensum reperiuntur apad Easebiun.)

1133
ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης· καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφʼ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτω καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν· τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι κατὰ τὸν Ἀπόστολον. Νομίζομεν τοίνυν τοὺς « εἰς τὸ τέλος » ἐπιγεγραμμένους ψαλμοὺς τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπʼ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη τυγχάνει. Ἐπεὶ οὖν, ὡς προαπεδείξαμεν, Δαυῒδ ὁ Χριστὸς λέγεται, οἱ ἐπιγεγραμμένοι « εἰς τὸ τέλος » τῷ Δαυῒδ τὸ τέλος καὶ τὴν νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ, νικοποιοῦ λεχθησομένου ἂν κατὰ τὸν Ἀκύλαν, παντὶ νενικημένῳ νίκην περιπεποιηκότος, ἐπεὶ ὁ ὑπὸ Χριστοῦ νικώμενος τὴν συμβεβηκυῖαν αὐτῷ κακίαν νενίκηκε, καὶ ἐξαφανίζει αὐτὴν, Χριστῷ ὑποτεταγμένος. Οὐδένα γὰρ ἄκοντα νικᾷ ὁ Χριστὸς, ἀλλὰ πείθων, τῷ Λόγος εἶναι Θεοῦ. Εἰς τοῦτο δὴ τὸ νῖκος ἐπιγράφεσθαί φησι Θεοδοτίων ὕμνους ἢ ψαλμοὺς τοὺς παρὰ τοῖς Ἑβδομήκοντα « εἰς τὸ τέλος » ἐπιγεγραμμένους· ὁ δὲ Σύμμαχος « ἐπινικίους » τοῦ Χριστοῦ λέγοι ἂν εἶναι τούτους τοὺς ψαλμοὺς ἢ ᾠδάς. Ἐὰν δὲ μὴ μόνον τῷ Δαυῒδ καὶ « εἰς τέλος » λέγωνται, ἀλλὰ καὶ τῷ Ἀσὰφ, ἥτοι τοῖς υἱοῖς Κορὲ, οὐκ ἄτοπον τὸ, πάντας τοὺς ἁγίους τὴν τοῦ Χριστοῦ εἰκόνα ἀναδεδεγμένους τὸ ἐνθάδε εἰρημένον καὶ ἐπʼ ἐκείνων νοεῖν ἡμᾶς. Τὸ δὲ « ἐν ψαλμοῖς » παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλᾳ εἰρημένον οἶμαι σαφέστερον ἀπαγγέλλεσθαι διὰ τοῦ Συμμάχου «διὰ ψαλτηρίων, » διδασκόντων ἡμᾶς τῶν τριῶν πρὸς τὰ ὄργανα καλούμενα ψαλτήρια εἰρῆσθαι τὴν ᾠδὴν ταύτην ἢ τὸ μελῴδημα. Πλείονα γὰρ ὄργανα ζητητέον διʼ ὧν ᾄδεται τὸ « εἰς τὸ τέλος, » ἢ « ὁ ἐπινίκιος, »ἢ « τῷ νικοποιῷ. » Δύναται δὲ καὶ τὸ ὑπὸ Θεοδοτίωνος εἰρημένον εἰς τὸ νῖκος ἐν ὕμνοις τοῦτο δηλοῦν. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ὁ ψαλμὸς, τὴν εἰρημένην ὑπόθεσιν ἔχων, τὰ προδιηγηθέυτα ἡμῖν ἐπαγγέλλεται, κοινότερον μὲν τῷ προφήτῃ Δαυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ τὸ πρόσωπτον τῶν ἀγίων ἀναλαμβάνοντι, καὶ ὁτὲ μὲν τὰς θλίψεις αὐτῶν ὡς ἰδίας ἡγουμένῳ, καὶ τοὺς ἐν ταύταις αὐτῶν πλατυσμοὺς, (ἐπεὶ ἁγίων ἐστὶ φωνὴ τὸ, « Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, » ὁτὲ δὲ ἐπιστρέφοντι τοὺς βαρυκαρδίους καὶ τοὺς τὰ μάταια ἀγαπῶντας. Οὐ πάνυ δὲ ζητήσεως ἔχεται ἡ διαφορὰ τῶν λέξεων ᾠδῆς καὶ μελῳδήματος. Διὰ μὲν γὰρ τῆς ᾠδῆς ἔκκλισις τῆς φωνῆς δηλοῦται τοῦ λέ γοντος, διὰ δὲ τοῦ μελῳδήματος τάχα καὶ τὸ τεχνικὸν τοῦ μυστικοῦ μέλους ᾀδομένου ἐν ῥυθμῷ. Κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ἡ εὔρυθμος καὶ κατὰ λόγον ἐξεταστικὴ πολιτεία εἰς δόξαν Θεοῦ γινομένη μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων εἴη ἂν τὸ μελῴδημα.

Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, κ. τ. ἑ. Τὸ λέγον πρόσωπον (91) ἤτοι ὁ Προφήτης ἐστὶν, ἢ ὁ Χριστὸς κατὰ τὴν [*](96 II Cor. IV, 8.) [*]((91) Τὸ λέγον πρόσωπον, etc. Codex Baroccianus, Barbarus. Exstat etiam in codice Roe 4, sed mancum et mutilum.)

1136
οἰκονομίαν ἐν ὑπὲρ ἡμῶν ἀνεδέξατο. Δηλοῖ δὲ τά ῥητὰ τὸ εἰσακούεσθαι οὐχὶ μετὰ τὸ ἐπικεκλῆσθαι, ἀλλʼ ἐν τῷ ἐπικαλεῖσθαι. Τοῖς γὰρ ἀγίοις καὶ πάντη ἀκούουσι τῶν θείων προσταγμάτων ἐπαγγελία κεκήρυκται κατὰ τὸν προφήτην Ἡσαΐαν τό· « Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. » Ἄξιον δὲ ἱδεῖν καὶ τί τὸ ἐπικαλεῖσθαι, τῶν μὴ ἐξητακότων τὴν Γραφὴν οἰομένων παντὸς οὑτινοσοῦν ῥέποντος ἐπὶ τὸ εὕξασθαι εἶναι ἔργον· τοῦ δὲ Προφήτου σαφέστατα περιστάντος, ὅτι ἀγίων ἐστὶ καὶ σωθησομένων πάντως τὸ ἐπικαλεῖσθαι· « Πᾶς » γὰρ, φησὶν, «ὂς ἂν ἐπικαλέσηται τὸ ὅνομα Κυρίου, σωθήσεται. » Εἰ γᾶρ « πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, » ὁ μὴ σωζόμενος οὐκ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, εἰ καὶ πολλάκις ἔδοξε τοῦτο πε ποιηκέναι, Οὐ γὰρ ἐν φωνῇ κρίνεται τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, ἀλλʼ ἐν διαθέσει τοῦ λέγοντος καὶ πίστει βεβαίᾳ. Οὕτω γοῦν ἐν τῷ Ϟη΄ ψαλμῷ οὐ τοῖς τυχοῦσιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὅς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὤστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἰερεμίας φησίν· «Οὐδʼ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, περὶ τῶνδέ τινων τῶν ἀσεβῶν εὐχόμενοι, οὐδὲ τούτων εἰσακούσομαι, λέγει Κύριος. » Γέγραπται τοίνυν περὶ αὐτοῦ· « Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμέν τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐῒλατος ἐγένου αὐτοῖς. Ἐπεὶ γὰρ ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προσ· τάγματα ἃ ἔδωκεν αὐτοῖς, ὅτε ηὔχοντο, εἰς ἐπικαλουμένους ἐλογίζοντο. Καὶ ἐν τῷ ἑκαστοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀκριβέστερον διδασκόμεθα τίς ὁ ἐπικαλούμενος οὗτος· « Ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, » ὥς τινων οὐκ ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· « Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Τελείως γάρ ἐστι λέγειν « Κύριε. » ὅτε καὶ τὰ ἔργα φθέγγεται καὶ λέγεται, « Κύριε, Κύριε. » Σαφὲς γοῦν ἐνταῦθα, ὅτι ὁ ἐπικαλούμενος Κύριον δικαιοσύνην ἔχει, καὶ δικαιοσύνην ἀληθῆ. Εἰ δὲ Χριστὸς δικαιοσύνη, ὁ δίκαιος δικαιοσύνης μετέχει, τουτέστι Χριστοῦ. Ἵνα δὲ μὴ ᾖ ἐπὶ καυχήματος τὸ, « Ὁ Θεὸς τῆς δικαιοσύνης μου, » δυνάμεθα προσχρήσασθαι τῷ· « Ὃς ἐγενήθη ἀπὸ Θεοῦ σοφία ἡμῖν καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις, » καὶ ἴσον ἔσται τῷ, ὁ Θεὸς τοῦ Κυρίου μου.

Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου, κ. τ. ἑ. Ἔοικεν ἡ θεία Γραφὴ (92) ἰδίως, τὴν προαίρεσιν οὐ περιεργαζομένη ἀνθρώπου, θλίψιν ὀνομάζειν τὸ περιστατικὸν, καὶ γυμνασίου ἕνεκεν συμβαῖνον τῷ ἁγ?? τὸ γὰρ τῷ ἁμαρτωλῷ γινόμενον μάστιγα καλεῖ. Π?? [*](97 Isai. LVIII, 9, 98 Joel. II, 32. 99 Jerem. XV, 1. 1 Psal. XCVIII, 6, 7, 8. 2 Psal. CXLIV, 18. 3 Matth. VII, 21. 4 I Cor. I, 30.) [*]((92) Ἕοικεν ἡ θεία Γραφή, etc. Schedæ Combefisii, codex Roe 4, Daniel Barbarus.)

1137
λαὶ » γὰρ, φησὶν, « αἱ θλίψεις τῶν δικαίων· » καὶ, « Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. » Καὶ παραδείγματος ἔνεκεν ἐροῦμεν, ἃ μὲν πέπονθεν Ἰὼβ, θλίψεις εἶναι, καὶ Ἰωσὴφ ἐν Αἰγύπτῳ· ἃ δὲ Δαυῒδ διὰ τὴν τοῦ Οὐρίου καὶ διὰ τὸ ἠριθμηκέναι τὸν λαὸν, μάστιγας. Παρατηρητέον μέντοιγε, μή τι λανθάνῃ ἡμᾶς ἐν τῇ Γραφῇ, ὅτι θλίψις ἐστὶν ἐπὶ ἁμαρτωλῶν τεταγμένη, καὶ μάστιξ ἐπὶ τῶν ἤδη δικαίων. Ὅτι δὲ θλίψις ὁ τοῖς ἀγίοις διδόμενος πειρασμὸς ἀθλοῦσιν καλεῖται, ἀπὸ πολλῶν ῥητῶν κινούμεθα καὶ ἑτέρων παρὰ τὰ προειρημένα. Οὐ θαυμαστὸν γὰρ εἰ μάστιξ ἅπτεται υἱῶν ὑμαρτηκότων, ὥς φησιν ὁ Σολομών· « Μαστιγοῖ δὲ πάντα υἱὸν, ὅν παραδέχεται.» Καὶ πάλιν ἐπιστατεῖν χρὴ μάστιγας καλεῖν τὰ τοῖς Αἰγυπτίοις διὰ τὸν Ἰσραὴλ συμβεβηκότα· ἐπεὶ υἱῶν ἐστιν τὸ μαστιγοῦσθαι. Καὶ γὰρ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ εἴρηται· « Ἐὰν καταλείπωσιν υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. » Τούτων δὲ εἰρημένων, τὸ μὲν θλίβεσθαι οὐκ ἂν εἴη τῶν ἐφʼ ἡμῖν· τὸ δὲ δυσαρεστεῖσθαι καὶ ἐνδιδόναι τῶν ἐφʼ ἡμῖν ψεκτῶν· ὅπερ στενοχωρεῖσθαιὀνομάζουσιν αἱ Γραφαί. Τὸ δὲ πρὸς τῷ μὴ ἐνδιδόναι καὶ εὐφραίνεσθαι ἐν αὐταῖς, ὡς οὔσαις προφάσεσι μειζόνων ἄθλων καὶ ἐπαγγελιῶν, ἀγίων ἔργον, καθά φησιν ὁ Ἀπόστολος· « Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι.» Καὶ αἰτιώμενος Κορινθίους φησὶν αὐτοῖς προσιέναι στενοχωρίαν, οὕτω λέγων· « Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. » Εἶτα παρακαλῶν αὐτοὺς διὰ τὴν τοῦ ἁγίου κατάστασιν, φησίν· « Πλατύνθητε καὶ ὑμεῖς. » Καὶ ὧδε τοίνυν εὐχαριστεῖ τῷ Θεῷ ὁ Προφήτης βοηθήσαντι αὐτῷ καὶ εὐρυχωρίαν δωρησαμένῳ τῇ προαιρέσει αὐτοῦ ἐν καιρῷ θλίψεως. Πλατύνει γὰρ ὁ Θεὸς οὐ παύων τοὺς κακοὺς, ἀλλὰ μεγαλοψυχίαν διδούς.

Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἴνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, κ. τ. ἑ. Τὸ, « Υἱοὶ ἀνθρώπων (93), » ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος· Υἷες Ἀχαιῶν· ἕτεροι δὲ ἀπὸ τοῦ Σωτῆρος ἀρξάμενοι πολλαχοῦ χρηματίζοντος Υἱοῦ ἀνθρώπου, τὴν αἰτίαν βουλεύσονται ἐξιχνεῦσαι καὶ περὶ τῶν ἀνθρώπων οὐχ ἀπλῶς λεγομένων, πολλάκις υἱῶν ἀνθρώπων χρηματιζόντων. Οὐδέπου γὰρ καὶ περὶ τοῦ Σωτῆρος περίφρασις ἂν εἴη τὸ Υἱοὶ ἀνθρώπου αὐτὸν ὀνομάζεσθαι, ἐπεὶ λέγεται· « Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί.» Χρὴ τοίνυν καθόλου τοῦτο γινώσκειν, ὅτι ἡ ἅνθρωπος προσηγορία, ὅτε οἱ ἅγιοι θεοὶ προσαγορεύονται, ἐπὶ ψόγου λαμβάνεται· ὅτε δὲ κτήνη καὶ θηρία οἱ ἁμαρτωλοὶ, ἐπὶ ἐπαίνου καλοῦ τάσσεται. Καὶ τοῦ μὲν προτέρου παράδειγμα· « Ἐγὼ εἷπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν [*](5 Psal. XXXIII. 20. 6 Psal. XXXI, 10. 7 Prov XIII. 2. 8 Psal. LXXXVIII, 31, 32, 33, 9 II Cor. IV, 8. 10 II Cor. VI, 12. 11 II Cor. VI, 13. 12 Joan. V. 27. 13 Psal. LXXXI, 6. 7.) [*]((93) Τὸ, Υἱοὶ ἀνθρώπων, etc. Cod. Roe. Baroccianus, schedæ Combefisii, Barbarus.)

1140
ἀρχόντων πίπτετε· » καί· « Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; » τοῦ δὲ δευτέρου· « Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. » Πρῶτον γὰρ υἱὸν ἀνθρώπου, πρόσωπον ὡρισμένον ἐν Γραφῇ ὀνομαζόμενον Θεὸν, ἐπὶ τῇ παρούσῃ μνήμῃ τὸν Δανιὴλ εὑρίσκομεν καὶ μετὰ τοῦτον τὸν Ἰεξεκιὴλ προφήτας ἐν τῇ αἰχμαλωσίᾳ γενομένους· οὐδένα δὲ πρὸ τῆς αἰχμαλωσίας, ὅσον ἐφʼ οἶς ἱστοροῦμεν κατὰ τὰ ἀναντίῤῥητα τῶν ἀναφερομένων βιβλίων θεοπνεύστων. ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Τί δὲ δεῖ λέγειν περὶ τοῦ Σωτῆρος, τῶν Εὐαγγελίων πεπληρωμένων ταύτης τῆς φωνῆς; Καὶ οἱόμεθα, διὰ τὸ ἁμαρτωλοὺς γεγονέναι τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, εἰς ὀνειδισμὸν ἐκείνων τὸν Δανιὴλ μόνον σώσαντα τὸ ἀξίωμα τῆς τοῦ ἀνθρώπου καὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν γενομένης φύσεως. ἀκούειν τὸ. « Υἱὲ ἀνθρώπου. » Τὸ δ᾿ αὐτὸ λεκτέον καὶ περὶ τοῦ Ἰεζεκιήλ. Ἄνθρωπος γὰρ πρῶτος ὠνομάσθη ὁ κατʼ εἰκόνα καὶ ὁμοίωσιν πεποιημένος ὑπὸ τοῦ Θεοῦ, καὶ οὕτως ἂν εἴη κυρίως ἄνθρωπος. Ἐπισκεπτέον δὲ καὶ ἐπὶ τοῦ Σωτῆρος, εἰ τὸ ἀνθρώπινον αὐτοῦ Υἱὸς ἀνθρώπου, ἀνθρώπου πατρὸς ὄντος τῷ ἀνθρωπίνῳ τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ τὸ εἰρημένον δὲ, « Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, » ὑπεροχὴν δηλοῖ τῶν υἱῶν τῶν ἀνθρώπων παρὰ τοὺς γηγενεῖς. Ἀλλὰ πρὸς τὴν λέξιν, ἐπεὶ ἐπιπλήττονται ἐνθάδε ἀκούοντες τὸ, « Ἕως πότε βαρυκάρδιοι, » καὶ τὰ ἐξῆς, οὐ καλῶς δόξουσιν ἀντιῤῥήσεις περὶ υἱῶν ἀνθρώπων παρατεθεῖσθαι, εἰ μὴ ἄρα διττὸν τὸν ἄνθρωπον δεῖ λαμβάνειν, καθὰ ὑπέλαβεν ὁ Ἀπόστολος λέγων· « Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοῖκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. » Πάλιν δὲ καὶ οὕτως, διὰ τὸ προστάσσεσθαι γνῶναι, ὅτι Κύριος « ἐθαυμάστωσε τὸν ὅσιον αὐτοῦ, » τοὺς υἱοὺς τῶν ἀνθρώπων. ζητηθήσεται πῶς οἱ κατὰ τὸ χεῖρον υἱοὶ τῶν ἀνθρώπων προστάττονται ἔργον τῶν ἁγιωτάτων ποιῆσαι. Τὸ γὰρ γῶναι ὅτι ἐθαυμάστωσεν ὁ Κύριος τὸν ὅσιον αὐτοῦ, ἁγιωτάτων ἐστὶ κατόρθωμα. Εὐχερὲς δὲ λῦσαι τοῦτο, ἐπεὶ δύναται ὁ αὐτὸς μὲν ἐν χείροσιν ὢν Υἱὸς ἀνθρώπου εἶναι κατὰ τὸν ἄνθρωπον τὸν χοῖκόν· μεταβαλὼν δὲ, ὅπερ οὐκ ἔστιν ἀδύνατον, γενέσθαι Υἱὸς ἀνθρώπου κατὰ τὸν ἄνθρωπον τὸν ἐπουράνιον. Οὖτοι δὲ οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ κατὰ τὸ δεύτερον, ἅτε υἱοὶ τυγχάνοντες τοῦ ἐκ γῆς χοϊκοῦ, καὶ βαρυκάρδιοι εὐλόγως λέγοιντο, καὶ ἀγαπᾷν ματαιότητα, ζητεῖν τε ψεῦδος. Νοῦς γὰρ σαρκὸς ἐν αὐτοῖς καὶ ἀγάπη σωματικὴ, καὶ ζήτησις τοῦ τῆς ἀληθείας ἐχθροῦ, τουτέστι τοῦ ψεύδους. Βαρυκάρδιοι γὰρ οἱ τὴν καθεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰγυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ τῶν κυμάτων τοῦ βίου. Ἐναντίοι δὲ τοῖς βαρυκαρδίοις οἱ ὑπὸ τὸν ζυγὸν Ἰησοῦ ἐλαφρὸν τυγχάνοντες. Τάχα δὲ, ἐπεὶ καὶ οἱ μεμαθητευμένοι υἱοί εἰσι τοῦ μαθητεύσαντος, [*](14 I Cor. III, 3. 15 Psal. XXXV, 7. 16 Psal. XLVIII, 2. 17 I Cor. XV, 47. 18 Psal. IV, 4.)
1141
οἱ δὲ διδάσκοντες, αὐτοὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ, οἱ μαθητευθέντες μὲν, οὐκ ἄξιοι δὲ τῶν διδαξάντων γεγενημένοι, ὀνειδίζοιντο ἂν ὡς υἱοὶ ἀνθρώπου βαρυκάρδιοι, ταῖς δοθείσαις ἀφορμαῖς εἰς τὸ καθαρὰν γενέσθαι τὴν καρδίαν οὐ κατηκολουθηκότες. Καὶ γὰρ ἔθος τοὺς διδασκομένους, καὶ μὴ παρακολουθοῦντας τοῖς λεγομένοις, βαρυκαρδίους καλεῖσθαι ὑπὸ τῶν διδασκόντων διὰ τὸ παχὺ τῆς καρδίας. Διὰ τοῦτο δὲ καὶ ζητοῦσι τὸ ψεῦδος ὡς μὴ ὁρῶντες τὸ ἀληθές. Εἰ δὲ βαθύτερον, ἐπεὶ ἀλήθειά ἐστιν ὁ Σωτὴρ, δῆλον, ὅτι ἐχθρὸς ἂν εἴη τούτῳ λόγος ψευδὴς τὸ ἀληθὲς ἐπαγγελλόμενος, ὃν ἀντίχριστον ὁ Ἰωάννης πολλάκις φησίν. Ἐὰν δὲ κατὰ περίφρασιν λαμβάνῃ τις τὸ, «υἱοὶ ἀνθρώπων, » ἀντὶ τοῦ, « ἄνθρωποι, » τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀνθρώποις ὂν τὸ βαρυκάρδιον αἰτιᾶται, ἵνα τὸ οὕτως εἴπω βαρυήκοον αὐτοῦ ἀποβαλόντες κατασκευάσωσιν ἀγχίνοιαν, καὶ ἵνα τὴν --- τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφʼ ἃ δεῖ μεταγάγωσι, καὶ ζητήσωσι τὴν ἀλήθειαν.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν, κ. τ. ἑ. Μεγάλη φωνὴ (94) ἡ φθάνουσα πρὸς Θεὸν, οὐχ ἣ παρὰ τοῖς ἀνθρώποις ἐστὶ γεγωνυῖα καὶ ἐπιτεταμένη κατὰ τὴν μείζονα πληγὴν τοῦ ἀέρος, ἀλλʼ ἡ τοῦ ἡγεμονικοῦ καθαρὰ καὶ ἀθόλωτος διέξοδος τῶν πρὸς Θεὸν ἀναπεμπομένων λόγων. Ἰστέον γὰρ, ὅτι ἔστι τις καὶ τοῦ κρυπτοῦ τῆς καρδίας ἀνθρώπου φωνὴ μὴ συγχρωμένη τῷ σώματι, ἣν ἔσθ᾿ ὅτε εἰς αὐτὸν συναχθεὶς, καὶ εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, καὶ τὴν θύραν τῶν αἰσθητηρίων ἀποκλείσας, καὶ πᾶς γενόμενος ἔξω σώματος ἀναπέμπει πρὸς τὸν μόνον ἀκούοντα τοιαύτης φωνῆς. Διὰ τοῦτό τοι μηδεμιᾶς αἰσθητῆς φωνῆς ὑπὸ τοῦ Μωϋσέως ἀναγεγραμμένης γεγονέναι φησὶ πρὸς αὐτὸν, ὡς ἀπὸ τῆς Ἐξόδου μεμαθήκαμεν· Τί βοᾷς πρός με; » Βραχεῖα δὲ πᾶσα φωνὴ ἡ περὶ τῶν ἐπιγείων καὶ μικρῶν, καὶ ταπεινῶν διέξοδος, καὶ αἴτησις ἀπὸ Θεοῦ· ἣν ἀπαγορεύων ὁ Σωτὴρ προσφέρειν τῷ Πατρί φησιν· « Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν. »

Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, κ. τ. ἑ. Ἡ, ὀργίζεσθε, » φωνὴ (95) σημαίνει τὸ προστακτικὸν κατηγόρημα· σημαίνει δὲ καὶ τὸ ὁριστικὸν ὑπό τινων καλούμενον διαβεβαιωτικὸν, οἷον· ὀργιζόμεθα, ὀργίζεσθε, ὀργίζονται. Πάλιν κατὰ ἅλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφʼ ἧς ἐσχημάτισται τὸ, « ὀργίζεσθε, » σημαίνει τι προαιρετικὸν, ἣν ὡρίσαντό τινες ὅρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας. Δηλοῖ δὲ καὶ ἀπροαίρετον, ὃ καλοῦσί τινες προπάθειαν γινομένην, ἐπί τισι δὲ ἐρεθισμοῖς ἕλκουσαν ἐφʼ ἣν προωρισάμεθα ὀργήν. Τὸ ἕτερον τοίνυν τὸ, « ὀργίζεσθε, ἐὰν λαμβάνωμεν, λέγω δὲ τὸ ἀπροαίρετον τὸ [*](19 I Joan. II. 20 Exod. XIV, 15.) [*]((94) Μεγάλη φωνή, etc. Schedæ Combefisii, et Grabii, codex Coislinianus, Daniel Barbarus.) [*]((94·) Vide Millii Nov. Testam. Matth. VI, 25.) [*]((25) Ἡ « ὀργίζεσθε, » φωνή, etc. Codd. Barocc. Roc, schedæ Combefisii, et Daniel Barbarus.)

1145
Ἠλίου περὶ Ἀχαάβ· καὶ εἶπε Κύριος· Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. » Καὶ ἐν τῷ δὲ πεντηκοστῷ ἐννάτῳ ψαλμῷ· « Συνέσεισας, » φησὶ, « τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἷνον κατανύξεως. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. » Πεποτίσθαι γὰρ ὁμολογεῖ τῷ οἴνῳ τῆς κατανύξεως ὁ Προφήτης. Καὶ ἐπεὶ, ἵνʼ οὕτως εἴπω, ἔπεψε τοὺς λόγους τοὺς ἐλεγκτικοὺς, καὶ πέπονθεν ἀπʼ αὐτῶν τὸν κατανυγμὸν, διὰ τοῦτο εἰληφέναι ὁμολογεῖ μετὰ τῶν φοβουμένων τὸ Θεῖον σημείωσιν εἰς τὸ φυγεῖν τὰ βέλη τὰ ἀπὸ τοῦ τόξου πεμπόμενα τοῦ Θεοῦ ἐπὶ τοὺς ἀσεβεῖς καὶ παραμείναντας ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοήσαντας. Καὶ ἐν τῇ Γενέσει· « Εἶπε δὲ Ἠσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἠσαῦ, καὶ ἕκλαυσεν. » Ἀντὶ μέντοι τοῦ, κατανύγητε, « σιωπήσατε » Ἀκύλας καὶ Θεοδοτίων ἐκδεδώκασιν· ὅπερ ὁ Σύμμαχος « ἡσυχάσατε » ἑρμήνευσε σαφέστερον ἐκτιθέμενος τὸ ἀπὸ τῶν ῥητῶν δηλούμενον· ὅπερ τοιοῦτον ἔχει νοῦν· Ἐπὶ τῆς κοίτης ὑμῶν ἐν ἑαυτοῖς κατὰ τὸ κρυπτὸν διαλέχθητε· δῆλον δʼ ὅτι τὰ μεθʼ ἡμέραν πεπραγμένα καὶ τὰ περὶ αὐτοὺς ἐπισκεψά- μενοι οὔτως ἡσυχάσατε.

Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, κ. τ. ἑ. Ὁ ἐξ ἀδίκων πόρων (97) προσφέρων οὐ δικαιοσύνης θύει θυσίαν, καὶ ὁ μὴ κατʼ ἀξίαν ὦν κέκτηται μερίζων τοῖς δεομένοις, καὶ ὁ ἐκ λύπης κοὶ ἐξ ἀνάγκης διδούς. Σαφέστατα δὲ διδάσκει, ὅτι οὐ περὶ τῶν θυσιῶν ὧν ἐξειλήφασιν οἱ ἐντυγχάνοντες τοῖς βιβλίοις, περὶ τούτων ἐνετείλατο ὁ θεῖος λόγος· ἔφη γὰρ ἐν τεσσαρακοστῷ ψαλμῷ· « Ὁ Θεὸς, Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκτοῦ οἴκου σου μόσχους, οὐδ᾿ ἐκ τῶν ποιμνίων σου χειμάῤῥους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων, ἢ οἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐνὰ· σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἐν τῷ πεντηκοστῷ· « Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει » Καὶ ἐν ἄλλοις· « Τὰ ὁλοκαυτώματα ὑμῶν καὶ αἱ θυσίαι οὐχ ἥδυνάν μοι.» Ἔτι δὲ καὶ ἐν τῷ Ἱερεμίᾳ· « Οὐ ταῦτα, φησὶν, ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· ἀλλʼ ἣ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων· [*](22 Psal. LIX, 4. 5. 6. 23 Genes. XXVII, 38. 24 Psal. XLIX, 7 et seqq. 25 Psal. I, 18. 2⁶ Jerem. VI, 20. 27 Jerem VII, 22 et seqq.) [*]((97) Ὁ ἐξ ἀδίκων πόρων, etc. Corderius, Barbarus, Codex Bareccianus et Roe 4.)

1148
Ἔκαστος κατὰ τοῦ πλησίον ἐν τῇ καρδέᾳ κακίαν μὴ μνησικακείτω. καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· Διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» Σαφῶς γοῦν διὰ τούτων. πάντων διδάσκει ἐξετάζειν τίς ὁ περὶ τῶν θυσιῶν τόπος· καὶ ὑποβάλλει γε ἀφορμὰς τὰ λόγια λέγοντα· « Τῷ Θεῷ θυσία πνεῦμα συντετριμμένον· » ὥσπερ καὶ ἐνθάδε· « Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. » Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστρέφει τοὺς μὴ νοοῦντας τὰ προφητικὰ, καὶ διὰ τοῦτο περὶ τὰς σωματικὰς θυσίας ἐπτοημένους, λέγων· « Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὖ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. » Κεῖται δὲ ἡ λέξις ἐν ἐνὶ τῶν δώδεκα οὕτως ἔχουσα· « Διότι ἔλεος θέλω καὶ οὐ θυσίαν, ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. » Ὅτι δὲ ταῦτα νομοθεσία ἐστὶ περὶ θυσιῶν, ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τὸ· « Οἴτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. » Ἀγωνιστέον τοίνυν τῷ ἐντυγχάνοντι τοῖς περὶ θυσιῶν νόμοις ἑκατέρως αὐτοὺς διηγήσασθαι, κατά τε τὸ συμβολικὸν καὶ κατὰ τὸ ἀποῤῥητότερον καὶ μυστικὸν ἐξετάζοντι. Ταῦτα ἐν ἐπιτομῇ ἡμῖν σεσημείωστο βουλομένοις διηγήσασθαι τὸ, « Θύσατε θυσίαν δικαιοσύνης· » καὶ ἀκολούθως τὸ, « Ἐλπίσατε ἐπὶ Κύριον. » Οὐ γὰρ ἔστιν εὐλόγως ἐλπίσαι πρὶν δικαιοποιῆσαι· τῷ δικαιοπραγοῦντι δὲ πεποιθότως ἔστιν ἐλπίσαι, καὶ τὰ τοῦ Κυρίου ἀγαθὰ προσδοκῆσαι· ἐλπὶς γάρ ἐστι προσδοκία ἀγαθῶν. Ἐπεὶ δʼ ἐζήτηται παρὰ πολλοῖς, εἰ ὁ καλὸς καὶ ἀγαθὸς ἐλπίσει τι, ὡς τοὺ τελείου ἀπέχοντος τὰ ἀγαθὰ, καὶ ἐν οὐδενὶ ἐλλεί ποντος, καὶ διὰ τοῦτο οὐδὲν ἐλπίζοντος, ἀπόντων γάρ ἐστιν ἡ ἐλπὶς, ἑτέρου δὲ τοῦ εἶναι χρηστὰς ἐλπίδας, ἀεὶ τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀγαθῶν τὰ ἀγαθὰ αὐτῶν συνεχέστατα διαδεχομένων· φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τᾶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν. Σαφέστατα δὴ προτρέπουσιν ἡμᾶς ἐλπίζειν ἐπὶ Κύριον τὰ ἱερὰ λόγια. « Ἐλπισάτω » γὰρ, φησὶν, « Ἰσραὴλ ἐπὶ τὸν Κύριον· καὶ, «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ τὸν Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. » Τῷ δὲ τελείῳ ἐν τῷ ἐννενηκοστῷ ψαλμῷ μετὰ τῶν ἅλλων ἐπαγγελιῶν λέγεται τὸ, « Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. » Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φησίν· « Ἡ ἀγάπη πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. » Εἰ δὲ τὸ μηδέποτε ἐκπίπτειν τελείου ἐστὶν ἔργον, ἀγάπης ὑπάρχον, καὶ τὸ πάντα ὑπομένειν διὰ τὴν ἀγάπην ὑπεράνω γινομένου παντὸς ἐπιπόνου, καὶ τὸ πάντα πιστεύειν, δῆλον δʼ ὅτι τὰ ὄντα καὶ τὰ ἀληθῆ· οὐ γὰρ ἐν τοῖς πᾶσι τὰ ψευδῆ ἀριθμητέον, τὴν ἀρχὴν οὐδὲ ὄντα. Ὁ γὰρ τὴν ἀγάπην κατορθώσας τέλειος καὶ βέβαιος ἐν τῇ σωτηρίῳ πίστει τῇ περὶ ἑνὸς ἐκάστου τῶν πιστοῦσθαι ἀναγκαίων ἐστί· δῆλον ὅτι καὶ τὰ πάντα ἐλπίζειν, καὶ μηδὲν δυναμένων ἁγίῳ ἀποκεῖσθαι ἀπογινώσκειν, οὐδενὸς ἅλλου ἢ τοῦ τελείᾳ ἀγάπῃ [*](28 Matth. XII, 6. 29 Osee. VI, 6. 30 Hebr. VIII, 5. 31 Psal. CXXX, 3, 32 Psal. CXIII, 9. 33 Psal. XC, 4. 34 I Cor. XIII, 5.)
1149
κεκοσμημένου ἔργον ἂν ὑγιῶς λέγοιτο· ὡς, εἰ, κατακερματίζοντες τὸ πάντα ἐλπίζειν, βουλόμεθα διηγήσασθαι, ἐροῦμεν, ὅτι κληρονομῆσαι βασιλείαν οὐρανῶν καὶ παρακληθῆναι, καὶ υἱοὶ Θεοῦ κληθῆναι, καὶ Θεὸν ὄψεσθαι, καὶ χορτασθήσεσθαι ἧς πεινᾷ καὶ διψᾷ δικαιοσύνης, καὶ τοῦ τελείου ἐλέου μεταλήψεσθαι, καὶ ἀπαξαπλῶς ἐν πᾶσιν ἕσεσθαι οἷς ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς, καὶ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. « Ὀφθαλμὸς γὰρ οὐκ εἷδε καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. »

Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθάς κ. τ. ἑ. Οἱ μὲν ἁπλούστεροι (98) ὑπολήψονται λέγεσθαι ἐνταῦθα, ὅτι, τῶν ἀποκειμένων ἐν ἐπαγγελίᾳ κηρυσσομένων, οἱ πολλοὶ λέγουσιν, ὅτι, Τίς ταῦτα ἡμῖν δείξει, καὶ ἐν αὐτοῖς γενέσθαι ποιήσει; δῆλον ὅτι πληχθέντες μὲν ὡς περὶ ἀληθῶν, καὶ ὀρεχθέντες αὐτῶν, διὰ δὲ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην κατὰ πολλὰ τῶν ἁμαρτανομένων οὐ πάνυ τι αὐτοῖς δεδωκότες τὸ ὄψεσθαι αὐτὰ καὶ ἐν αὐτοῖς ζήσεσθαι. Ἕτεροι δὲ οὕτω διηγήσονται τὸ λεγόμενον, ὅτι τὰ ἐν ἐπαγγελίᾳ ἀναγεγραμμένα τοῖς ἐκλεκτοῖς δοθήσεσθαι οὐ πάνυ τί ἐστι σαφῶς καὶ τρανῶς συνιέναι μὴ οὐχὶ σοφοὺς γεγενημένους· οἷον τίς ἡ γῆ ἣν κληρονομήσουσιν οἱ πραεῖς· καὶ τί τὸ κληρονομῆσαι αὐτὴν νοητέον, ἢ τί τὸ διὰ τὴν καθαρότητα τῆς καρδίας ὄψεσθαι Θεὸν ἀόρατον τυγχάνοντα, ὃν οὐδεὶς ἑώρακε πώποτε· τίνος δὲ γινομένου καὶ ποταπῶν συμβαινόντων οἱ ἐπὶ τοῦ παρόντος πενθοῦντες ὕστερον παρακληθήσονται· τίς δὲ καὶ ποταπὴ ἡ βασιλεία τῶν οὐρανῶν. Πολλοὶ οὖν ἀκούοντες τὰ ἀναγεγραμμένα ἀγαθὰ βουλόμενοι αὐτὰ τῇ διανοία θεάσασθαι καὶ συνιέναι. λέγουσι τὸ, « Τίς ἔσται ὁ δείξων ἡμῖν ἀγαθά; » Σπάνιος γὰρ ἀληθῶς ὁ δυνάμενος δεικνύναι, ὡς διηγησάμεθα, τὰ ἀγαθὰ, ὁποῖος ὁ Παῦλος ἧν δυνάμενος αὐτὰ λόγῳ παραστῆσαι, ὥς φησί που τό· « Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. » Τετηρήκαμεν πολλάκις τὸ, «τίς,» ἐν τῇ Γραφῇ ἐπὶ τοῦ σπανίου τεταγμένον, ὥσπερ ἐν τῷ· « Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; » καί· « Τίς σοφὸς καὶ συνήσει ταῦτα; » καί· « Κύριε, τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Οὕτως καὶ ἐνθάδε λέγεται τὸ, «Τίς δείξει ἡμῖν τὰ ἀγαθά; »

Ἐκ τοῦ τόμου τῶν εἰς τὸν δ ψαλμʼν εἰς τό· « Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; »

Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ, τίνα τὰ ἀγαθὰ, καὶ τίνα τὰ κακὰ, καὶ τινῶν μὲν ἀπροαίρετα εἶναι λεγόντων τὰ ἀγαθὰ, καὶ τὰ κακά· ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακά· καὶ τὰς μὲν ἀρετὰς, καὶ τὰς κατʼ αὐτὰς πράξεις μόνας [*](35 I Cor. II, 9. 36 I Cor. II, 16 et 12. 37 Matth. XXIV, 45. 38 Ps. CVI, 43. 39 Ps. XIV, 1.) [*]((98) Οἱ μὲν ἀπλούστεροι, etc. Codd. Roe, Barocc., schedæ Combefissi, Daniel Barbarus.)

1152
ἀγαθὰ λεγόντων· τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς ἢ ἀπροαιρέτοις λεγόντων ε ναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὲρ (99) τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες (1), εἰς τὸν περὶ ἀγαθῶν τόπαν λέγοιεν ἂν τό· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά; » Ὅτι μὲν οὗν ἐν προαιρετικοῖς ἐστιν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν, ἀποδεχόμενος τὸν περὶ κρίσεως λόγον (2), ἀδιδάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἷναι, ἐφʼ ᾧ ἀκούσεταί τις τό· « Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστὲ, ἐπὶ ὀλίγα ἧς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Ἀγαθὸν δὲ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ὡς ὁ Σωτήρ φησιν· « Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά· » καὶ ἀπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ, προαιρετικὸς ὢν, ἀγαθόν (3) ἐστιν· ὡς ἀγάπη, καὶ εἰρήνη, καὶ χαρὰ, καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη, πίστις, καὶ πραότης, καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις, κακά. Εἰ δὲ καὶ μετά τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἐστί τι ἀγαθὸν, καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις, ζητητέον· κἂν ἦ δέ τι κακὸν ἢ ἀγαθὸν ἐν ἀπροαιρέτοις. ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν· ἀλλʼ οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μὲν ἀρετὴν καὶ τὰς κατʼ ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ ὑγείαν, καὶ εὐεξίαν, καὶ κάλλος· ἢ νόσον, καὶ καχεξίαν, καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ πενίαν, δόξαν καὶ ἀδοξίαν, εὐγένειαν καὶ δυσγένειαν. Οἰήσονται δέ τινες καὶ κατὰ τὰς Γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακὰ μετὰ τὰ ὁμολογούμενα καὶ ὑφʼ ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ, καὶ ταῖς κατʼ αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς, καὶ τὰ σωματικὰ, καὶ τὰ ἐκτὸς δῆθεν ἀποφαινομένοις ἀγαθὰ ἢ κακὰ τυγχάνειν· καὶ περὶ μὲν ἀρετῶν καὶ κακῶν τί δεῖ λέγειν, τῶν ἠθικῶν πραγμάτων (4) διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην, καὶ φρόνησιν, καὶ σωφροσύνην, καὶ ἀνδρίαν, καὶ τὰς κατʼ αὐτὰς πράξεις· ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία; διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά. Σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν δείξουσι· πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ, καὶ Λευϊτικῷ, καὶ Δευτερονομίῳ κειμένων· ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολάς· καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς· οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι, καὶ ἡ νόσος καἀπὸ [*](40 Matth. XXV, 2. 41 Luc. VI, 46. 42 Exod. XV, 26.) [*]((3) Legendum, ἀγαθός.) [*]((4) Leg. γραμμάτων.)
1153
τῆς Ἐξόδου δείξει ταῦτα προλέγεσθαι· « Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. » Καὶ τὸ ἀπὸ τοῦ Δευτερονομίου δὲ πρὸς τοὺς ἀμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι καὶ τὴν ὑγίειαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· « Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον, καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεὸν, καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς κα. πλείστας (5)· καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηρὰν, ἣν διηυλαβοῦ ἀπὸ προσώπων αὐτῶν· καὶ κολληθήσεταί σοι, καὶ πᾶσαν μαπᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην λακίαν, καὶ ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε· » καὶ πάλιν τοῖς παραβαίνουσι τὰς ἐντολὰς λέγεται τό· « Ἐπιπέμψω ὑμῖν πυρετὸν, καὶ ἴκτερον, καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· » πρὸς τούτοις καὶ ἐν τῷ Δευτερονομίῳ τοῖς ἀφισταμένοις τῆς θεοσεβείας ἀπειλεῖ ὁ λόγος ὀπισθότονον ἀνίατον. Τὰ δὲ ἐκτὸς ἀγαθὰ οἱ βουλόμενοι κατὰ τὸν θεῖον ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπὸ τοῦ Αευϊτικοῦ τούτοις χρήσονται· « Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, » καὶ τὰ ἐξῆς· ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· « Καὶ ἔσται ὡς ἃν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον· καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου. Εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ, εὐλογημένα τὰ ἕγγονα (6) τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου, » καὶ τὰ ἐξῆς. Ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· « Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμμστά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ [*](43 Deut. XXVIII, 58 et seq. ⁴⁴ Levit. XXVI, 16. 45 Deut. XXXII, 24. 46 Levit. XXVI, 3 et seq. 47 Deut. XXVIII, 1 et seq. 48 ibid. 16 et sqq.) [*]((5) Biblia Græca, πιστάς.)
1156
βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· » καὶ ἄλλα δὲ δυσεξαρίθμητα οἴσουσιν (7) οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφάψονταί τε καὶ τῶν Εὐαγγελίων λέγοντες τὸν Σωτῆρα ἐληλυθότα, καὶ ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν, καὶ τὴν κωφότητα, καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προειληφότων (8) δωρούμενον, τό τε διορατικὸν σωματικὸν καὶ τὸ ἀκουστικὸν, καὶ τὴν ἅλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιάζεσθαι· ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλάχθαι. Ἀλλὰ καὶ οἱ ἀπόστολοι, χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες, κατʼ αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις, παὶ κακῶν αὐτοὺς ἀπήλλαττον· διαβήσονται δὲ οἱ ταῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τὸ, κακὸν εἶναι τὸν πόνον, ἤτοι τὸ τοὺς ἁμαρτωλοὺς ἐν πυρὶ (9) αἰωνίῳ παραδίδοσθαι. Εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οδους τε λῦσαι τὰ προσαγόμενα, περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι, καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν Γραφῶν. Ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ Δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. Πρὸς πάντας τοίνυν τοὺς τά τοιαῦτα ἐκ τῶν Γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος ὡς μηδὲ ἄρτον ἔχειν παρʼ ἑαυτῷ φαγεῖν, καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα ἐν Σαρεφθᾷ τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουναμίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν, καὶ σκιμπόδιον (10), καὶ λυχνίαν εὐτελῆ. ὃς καὶ ἀῤῥωστήσας ἐτελεύτησε· καὶ Ἡσαΐας, ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας, ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου, καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης, ὁ ἐν ταῖς ἐρημίαις (11) διατρίβων, καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν, καὶ ἀπὸ τριχῶν καμήλου ἠμὉμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι φιεσμένος. τὸν νόμον. Καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται· οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ, ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν, ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δ᾿ ἐπʼ ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ὑπὲρ τοῦ τὸν νόμον ἀπειλεῖν [*]((10) Leg. συμπόσιον.) [*]((11) Leg. ἐρήμοις.)
1157
νόσον σωματικὴν, καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα, καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ Θεῷ κατηκολουθηκόσι. Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; Εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ Ἀπόστολος καυχᾶσθαι ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ Ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου· ὅστις, ἐν παντὶ θλιβόμενος, οὐ στενοχωρεῖται· ἀπορούμενος, οὐκ ἐγκαταλείπεται· πειραζόμενος, οὐ θανατοῦται· νομιζόμενος εἶναι πτωχὸς, πολλοὺς πλουτίζει· καὶ ὑπολαμβανόμενος μηκεκτῆσθαι, παντὰ κατέχει· τοῦ γὰρ πιστοῦ δὲν ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν Γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· « Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. » Οὐκ ἄρα δὲ (12) καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνήσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ὡς ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνας, φησίν· « Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; » Εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκτοῦ τάδε τινὰ, καὶ τοῦ τάδε αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν (13), τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; Ἑπόμενα δʼ ἂν τούτοις εἴη μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν· τῷ δʼ οὖν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· « Ἐπεὶ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ Θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. » Ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν δίκαιον ἐν ταῖς κατὰ τὸ ῥητὸν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς Γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς· καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· « Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ᾿ ἀθώοις οὐκ ἔλαβε· καὶ ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. » Καὶ κατὰ τὸν Ἰεζεκιήλ· « Ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. » Τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον, ἢ διὰ τοιάδε ὕδατα, ἢ διὰ τοιάσδε τροφάς· καὶ εἰ ἆθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν, μηδὲ πλουτεῖν. Ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ τὸν Σολομῶντα λύτρον τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· « Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος. » Φευκτέον δὲ πενίαν, καθʼ ἣν ἀναγέγραπται· « Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. » Ἔτι δὲ τραύματα, καὶ μώλωπᾶς, [*](50 Job. XI, 3. 51 Rom. VIII, 28. 52 Ps. XIV, 5. 53 Ezech. XVIII, 8. 54 Prov. XIII, 8. 55 ibid. 56 Isai. I, 6.) [*]((12) Ἄρα δέ. Leg. ἄκαιρον δέ.) [*]((15) Leg. τάδε τινὰ συμπτώματα γεγονέναι, πῶς ἂν αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν.)
1160
καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· « Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὕτε τραῦμα, οὕτε μώλωψ, οὕτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταόὲσμους. ᾿ Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμελέσι πρὸς τὸ, ἀπὸ τούτων ἑαυτοἴς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν Γραφῶν, ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος· ἔτι δὲ ὑπὲρ τοῦ σιωπῆσαι τοὺς οἰομένους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοἴς ἀγίοις δοθησόμενα, καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι, ἕλαττόν ἐστι τοῦ διʼ ὅ ἐστιν· οἶον τομαὶ, καὶ καυστῆρες, καὶ ἔμπλαστροι, διʼ ὑγείαν παραλαμβανόμενα, ἐλάττονα τυγχάνει τῆς ὑγείας· κὰν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ταῦτα λέγοιτο ἀγαθὰ, χρὴ ἐκλαμβάνειν, ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ, ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. Οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν· τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι, καὶ τὰ ἐκτὸς, αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλʼ ἢ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν Γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης. καὶ αὐτῆς δὲ τῆς ὁσιότητος, καὶ τῆς εὐσεβείας, καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων· ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τῶν ἀνδρα γαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν, καὶ τὸ ὑγιαίνειν σωματικῶς· διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα, καὶ πίνειν τινὲς δὲ καὶ τεκνοποιεῖν. Ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν, μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν Χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίστεως· ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξετάσεως τῶν ἱερῶν λογίων παραστησόμεθα. Ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν ἠριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν, καὶ τὸ κάλλος, καὶ τὴν εὐγένειαν, καὶ τὴν εὐδοξίαν, καὶ τὸν πλοῦτον· καὶ κατὰ τὸ δυνατὸν ἐπειράσθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. Τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· » καί· « Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. » Οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος, καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰτ μὴ Κύριος οἰκοδομήσῃ, καὶ Κύριος φυλάξῃ· ἐκτὸς ἃν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν, ἡ ἀντιλαμβανομένη τοῦ Κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος, καὶ
1161
συνοικοδομοῦσα τῷ μὴ δυναμένῳ καθʼ αὐτὸν ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομἑνης πόλεως νοητέον. Καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν, τὸ ποιητικὸν τοῦ καρποῦ, μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατὰ τὴν τέχνην τοῦ γεωργοῦ, καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς Προνοίας κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. Οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετος· ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη ἐπὶ τῷ καλῷ, καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τὸ πολλῷ πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. Τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑ ρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατὰ τὸν Ἠσαΐαν ἐκπεπτωκέναι τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον, πρωΐ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν· οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ἦ, τῆς ἀπὸ Θεοῦ σοφίας ἀπούσης, ἀληθές τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως, καὶ ἀρχικῆς, καὶ πάσης τῆς, ὅσον Θεὸς πάρεστιν αὐτῇ, θείας τυγχανούσης. Τάχα γοῦν ὁρῶν ὁ ἱερὸς Ἀπόστολος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ Θεοῦ δυνάμεως πρὸς τὴν κτῆσινμ τῶν ἀγαθῶν, φησὶ τὸ τέλος, « οὐ τοῦ θέλοντος εἶναι, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· » οὐχ ὡς χωρὶς τοῦ θέλειν, καὶ τοῦ τρέχειν ἐλεοῦντος Θεοῦ, ἀλλʼ ὡς οὐδενὸς ὄντος τοῦ θέλειν, καὶ τοῦ τρέχειν, συγκρίσει τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δέοντος μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ Θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν. Ταῦτα δὲ, ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες, ἐξητάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἷναι πρὸς τό· « Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; » κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά; » παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθά· δῆλον δὲ, ὅτι καὶ τίνα τὰ κακά ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ, καὶ ἀνατρέψωμεν τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. Ἀλλʼ ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἷον ἐν τῷ Ἰώβ· « Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; » καὶ ἐν τῷ Ἱερεμίᾳ· « Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ. γὰρ τοῦ εἰπεῖν, Εἰ τἂ τοιάδε χρηστά τινα, καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρά τῆς Προνοἱς ἡμᾶς ἐφθακότα, πικὰ οὐχ ὁποίσομεν΄«Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειπὸς Κυρίου, τὰ κακὰ οὐχ ὁποἰσομεν΄» Καὶ ἀντὶ τοῦ φάναι, Κατὰ Πρόνοιαν τάδε τινὰ τῇ Ἰερουσαλὴμ ὑπὲρ γὰρ τοῦ εἰπεῖν, Εἰ τὰ τοιάδε χρηστό τινα, καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρὰ τῆς Προνοίας εἰς ἡμᾶς ἐφθακότα, πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· « Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χει- ρὸς Κυρίου, τὰ κακὰ οὐχ ὁποίσομεν; [*](58 Ezcch. xxviii, 15. 59 Isai. xiv, 12. 60 Rom. ix, 10. 61 Job. ii, 10. 62 Mich. 1, 12.)
1164
τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ. » Δεήσει τοίνυν τὰ πράγματα συνιέντας, μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. Εἰ δὲ ὁ Σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν, καὶ ὄψεις, καὶ ἀκοὰς ἀνθρώποις, προηγουμένως μὲν τὴν ἀναγωγὴν αὐτῶν ζητητέον, τοῦ Λόγου τὰ τῆς ψυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστορικῶν δηλουμένου. Οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καί κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως τῶν τότε ἀνθρώπων, ἵνα οἱ μὴ πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς, δυσωπηθέντες τὰς τεραστίας δυνάμεις, συγκαταθῶνται τῷ διδάσκοντι.

Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπουσου, Κύριε, κ. τ. ἐ. Ὅτι φῶς ἐστιν ὁ Θεὸς (14), Ἰωάννης φησὶν ἐν τῇ Καθολικῇ ἐπιστολῇ· Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ ἐστιν οὐδεμία. » Κἂν πῦρ δὲ λέγηται, ὡς ὁ Παῦλος ἐν τῇ πρὸς Ἐβραίους φησί· Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· » δεικνὺς αὐτὸν εἶναι Θεὸν νόμου καὶ Εὐαγγελίου, τουτέστι τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο Θεὸν ἡμῶν· οὐκ ἄλλο τι νοητέον εἶναι τοῦ φωτὸς τῇ ἐπινοίᾳ διαφέρον τοῦ πυρὸς τοὺ καταναλίσκοντος τοῦ παρὰ τὸ φῶς. Ὥσπερ καὶ ἐπὶ τῷ σωματικῷ συνέτυχεν ἡ μὲν αὐ τὴ οὐσία καθʼ ὅ μὲν φωτίζει, φῶς ἐστι, καθʼ ὃ δὲ ἐπικρατεῖ τῶν τοιῶνδε ὑλῶν, καυστικὴ καὶ καταναλωτικὴ τυγχάνουσα αὐτῶν, πῦρ ἐστι καταναλίσκον· οὕτω τοιγαροῦν καὶ ὁ Θεὸς τῶν μὲν χειρόνων ἀφανιστικός ἐστι, καὶ τῆς κακίας ἐξαναλωτικὸς, τοῖς δὲ ἐπιτηδείοις καὶ κεκαθαρμένοις τὴν καρδίαν φῶς τυγχάνει. Ὃν τρόπον δὲ ἐπὶ τοῦ σωματικοῦ φωτὸς συντέτευχε τὸ συνεργεῖν αὐτὸ τοῖς ὑγιαίνοντας ἔχουσιν ὀφθαλμοὺς πρός τε τὴν αὐτοῦ θέαν καὶ τὴν τῶν αἰσθητῶν· τὸν αὐτὸν τρόπον ὁ Θεὸς δυνάμει τινὶ φθάνων ἐπὶ τὸν ἑκάστων νοῦν, ἐὰν μηδαμόθεν οὗτος ἐφʼ ὃν φθάνει συγκεκαλυμμένος ᾖ, μηδὲ ἀπὸ παθῶν τι κωλυτικὸν πεπονθὼς τῆς ἰδίας ὀξυδερκίας, αἴτιος γίνεται, τοῦ τε αὐτὸν νοεῖσθαι καὶ ἐπὶ τὰ ἄλλα νοητὰ φθάνειν τὸν φωτιζόμενον ὐπʼ αὐτοῦ νοῦν. Οὐ θαυμαστὸν δὲ εἴ τινες διορατικοὶ ἐν τέχναις ἢ ἐπιστήμαις τισὶ τυγχάνοντες, ἣ ὀξύτατοι περὶ κατανόησιν ἠθικῶν τινων καὶ λογι κῶν προβλημάτων, ἀγνοοῦσι Θεόν. Ὁμοιοῦμεν γὰρ αὐτῶν τὸ διανοητικὸν ὀφθαλμῷ ἐνατενίζοντι παντὶ μᾶλλον ἢ τῷ ἡλίῳ, καὶ μηδέποτε ἐπαιρομένῳ πρὸς τὸ κατανοῆσαι τὰς τούτου αὐγάς. Ὥσπερ μέντοιγε φθάνει ἡ ἡλιακὴ ἀκτὶς ἐπὶ τὸ πρόσωπον τοῦ ἐνορῶντος αὐτῷ, καὶ οὐχ οἷόν τε ἀμοιρεῖν ἡλίου τὸν πρὸς αὐτῷ τυγχάνοντα· οὕτως νοητέον πάντως μετέχειν Θεοῦ τὸν κατανοοῦντα τὸν νόμον τοῦ θείου λόγου, ἐπιδόντα τὸν νοῦν ἑαυτοῦ πρὸς τὸ συνιέναι Θεόν· ὅπερ οἶμαι δηλοῦντα τὸν Προφήτην ἐνθάδε λέγειν τό· « Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. » Σημεῖον γὰρ, φησὶ, τοῦ φωτὸς τοῦ ἐν τῇ προσόψει σου, φθάσαν εἰς ἡμᾶς, ἐντετύπωται ἡμῖν, καὶ αὐτὸ τὸ φῶς τῆς προσόψεώς σου ἐγκεχάρακται, ὥστε τὸν εἰδότα ὁρᾷν σημεῖον τοῦ φωτὸς σεσημειωμένον Θεοῦ τηνικαῦτα νοεῖν τοῦτο γενόμενον ἐν ἡμῖν. Οἶμαι δὲ καὶ τὸ ἀπόῤῥητον τοῦτο δηλοῦσθαι ἐν τῇ Ἐξόδῳ, ὅτι Μωϋσέως ἐπὶ πλέον ὁμιλοῦντος τῷ Θεῷ καὶ συνόντος αὐτῷ δεδόξασται πρόσωπον, ὥστε [*](63 I Iosn.I, 5. ⁵¹ Iob. vu, 29.) [*]((14) Ὅτι φῶς ἐστιν ὁ Θεός, etc. Curderius, codex Baroccianus,)

1165
μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὴν δδόξαν αὐτοῦ, καὶ διὰ τοῦτο κάλυμμα λαβόντα τὸν θεράποντα ὁμιλεῖν τῷ λαῷ. Πᾶσα δὲ ψυχὴ ἀνακειμένη Θεῷ, καὶ εἰς τὸ ἀληθὲς αὐτοῦ καὶ τοῖς πολλοῖς ἀθεώρητον εἰσελθοῦσα, μεταλαβοῦσά τε τῆς θειότητος, οὐ χωρητὴ τοῖς πολλοῖς γίνεται, ὥστε αὐτὴν ἐγκεκαλυμμένην οἰκονομεῖν τοὺς ὑποδεεστέρους διαεγομένην τὰ κατάλληλα αὐτοῖς. Ὅτι δὲ τὸ ὀνομαόμενον πρόσωπον τοῦ Θεοῦ, φωτίζον τὸ δυνάμενον αὐτοῦ χωρῆσαι τὰς αὐγὰς ἡγεμονικὸν, αἴτιον γνώσεως γίνεται, διὰ τοῦ ἐξηκοστοῦ ἕκτου ψαλμοῦ παρἰσταται οὕτως ἔχοντος· « Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον ἐφʼ ἡμᾶς, τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου,» καὶ τὰ ἐξῆς. Οἱ μετέχοντες οὕτω τοῦ φωτὸς καὶ δυνάμενοι ἔργῳ εἰπεῖν· Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, » αἴτιον ὅν τοῦ μηδὲν παθεῖν ἐν τῷ καιρῷ τοῦ κολάζεσθαι τοὺς τοιούτων φαρμάκων δεομένους, ἔχουσι τὸ φῶς ᾧ κεκοινωνήκασιν. Οἶμαι δὲ τοῦτο δηλουσθαι ἐν τοῖς Ψαλμοῖς καὶ ἐν τῷ Ἰεζεκιήλ· ἐν μὲν τοῖς Ψαλμοις τοῦτον τρόπον· « Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου· » ἐν δὲ τῷ Ἰεζεκιήλ· « Καὶ δόξα Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβεὶμ, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὅς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην. Καὶ εἶπε πρὸς αὐτόν· Δίελθε μέσην Ἱερουσαὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν ταταστεωαζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις αῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ ούτοις εἶπεν, ἀκούοντός μου· Πορεύεσθε ὀπίσω αὐου εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς φθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον καὶ εανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς στι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἀγίων ου ἄρξασθε. » Τίς γὰρ ἡ δεδομένη ἀπὸ τοῦ Θεοῦ ημείωσις τοῖς εὐλαβέσιν; ἢ τί τὸ σημεῖον τὸ ἐπὶ τὰ ετωπα διδόμενον τῶν τῆς ἀληθείας ζηλωτῶν καὶ τεναζόντων ἐπὶ ταῖς παραβάσεσι ταῖς γινομέναις ἐν τῷ λαῷ, ἢ ἡ κοινωνία τῆς θειότητος εἰς τοὺς ὑγιῶς τὴν νοοῦντας φθάνουσα;

Ἔδωκας εὐφροσύτην εἰς τὴν καρδίαν μου, τ. ἐ. Συνάδει τοῦ στίχου (15) ὁ νοῦς οἶς εἰς τὸν τὸ τούτου εἰρήκαμεν. Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ ὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο τὶν ἡ εὐφραινομένη καρδία; Ὅπερ λαμβάνομεν τὶ τοῦ νοητικοῦ, ᾧ δίδοται ἡ εὐφροσύνη θεωροῦντι ὸν καί μετέχοντι τῆς θειότητος αὐτοῦ. Οὐ ταυτὸν ἐστι τῷ εὐφραίνεσθαι καρδίαν τὸ εὐφραίνεσθαι ρκα. Ἐν μὲν γὰρ θεωρίᾳ καρδία εὐφραίνεται· ἐν τοῖς ὑλικοῖς βρώμασί τε καὶ πόμασι καὶ μίξεσι ρς εὐφραίνεται, τῆς καρδίας πεπαχυμμένης καὶ ἐς τὸ ἴδιον ἀγαθὸν ἐμποδιζομένης. Ἐπὰν οὖν λέται ἐν αὐτοῖς τοῖς Ψαλμοῖς· « Οἶνος εὐφραίνει [*](5 Psal. LXVI, 1. 66 Psal. LIX, 6. 67 Ezech. IX, 3 et seqq. 68 Psal. CIII, 15.) [*]((15) Συνάδει τοῦ στίχου, etc. Codex Baroceiahus, Daniel Barbarus.)

1168
καρδίαν ἀνθρώπου, καὶ ἄρτος καρδίαν ἀνθρώπω στηρίζει, » τὸν ἀληθινὸν ἄρτον νοητέον τροφιμώτατον ὅντα τῇ διανοίᾳ, καὶ τὸ γέννημα τῆς ἀληθινῆς ἀμπέλου μεθύσκον ὡς κράτιστον.

Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν, κ. τ. ἑ. Ἐν τῷ Ἑβραικῷ (16. ἀπὸ καιροῦ, » εἶχε. Καὶ οἱ Ἑβδομήκοντα δὲ οὕτω τεθείκασιν, ὡς τῆς ὅλης λέξεως εἶναι τὸν νοῦν τοιοῦ τον· Ἐν τῷ καιρῷ τῶν θεριζομένων σπερμάτων σίτου καὶ κριθῆς, καὶ τῶν ὀσπρίων πάντων τούτων. ἐπληθύνθησαν. Οἱ ἐν τῷ καιρῷ τὸ σιτομέτριον λαμβνοντες ἀπὸ καιροῦ σίτου ἐπληθύνθησαν, διὰ τὴ εὔκαιρον εἰς πληθυσμὸν ὠφελούμενοι. Ὁμοίως δʼ καὶ περὶ οἴνου τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου διαλεκτέον.

Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπʼ ἐλπίδ κατῴκισάς με, κ. τ. ἐ. Ἐὰν μὲν ἐκ προσώπου (17 τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομένην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπα ρἁβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέθους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, « Κατ μόνας κατῴκισάς με. » Εἰ δὲ ἐκ προσώπου τοῦ προφήτου, οἶμαι δηλοῦσθαι τὸ σπάνιον τοῦ ἀγιασμοῦ καὶ μάλιστα ἐν γενεαῖς ἁμαρτωλῶν, ὁποῖον ἦν τὸ ἐ ταῖς ἡμέραις Ἡλίου λέγοντος· « Κύριε, τοὺς προφή τας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου καττέσκαψαν καὶ ἐγὼ ὑπελήφθην μόνος. » Τάχα δὲ καὶ ὁ λαμβάνων τὸ βραβεῖον, καὶ ὑπὲρ τοὺς κατὰ τὴν ἑαυτω γενεὰν γενόμενος, ἐρεῖ τὴν λέξιν ταύτην τοῦ ψαλ μοῦ. Τὸ δὲ, « ἐπʼ ἐλπίδι, » ἐὰν μὲν ὁ Σωτὴρ λέγ κατὰ τὴν οἰκονομίαν, οὐ θαυμαστὸν ἐλπίζοντα αὐτὸ τὴν ἰδίαν ἀποκατάστασιν λέγειν ἐπʼ ἐλπίδι κατῳ κίσθαι ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸ, « Δόξασόν με, Πάτερ » τῇ δόξᾳ ἢ εἶχον πρὸ τοῦ κόσμον εἶναι παρὰ σοί. » Δύναται μέντοιγε « κατὰ μόνας » λέγεσθαι ὑπὸ Σε?? τῆρος διὰ τὸν καιρὸν ὅν πάντες ἐσκανδαλίσθησαν μαθητπὶ αὐτοῦ καταλιπόντες αὐτόν. Σαφὲς δὲ, κᾶν Προφήτης λέγη τις, τὸ, « ἐπʼ ἐλπίδι, » παντὸς ἁίυ διὰ τὴν ἀγάπην πάντα ἐλπίζοντος.