Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ. Λάκκος ταλαιπωρίας (73) κακία καὶ ἀγνωσία. « Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. » Πέτρα ἐστὶ πίστις Χριστοῦ. «Καὶ κατεύθυνε τὰ διαβήματά μου·» διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων.

Καὶ ἐνέδαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, κ. τ. ἐ. Μετὰ τὴν ἀπάθειαν (74) ᾄδομεν ᾆσμα καινὸν, ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν.

Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, κ. τ. ἑ. Τούτους τοὺς στοίχους (75) ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι ἡ πρὸς Ἐβραίους φησὶν Ἐπιστολὴ, καὶ δίδωσιν ἀφορμὴν ὅλον τὸν ψαλμὸν ὡς ἐκ προσώπου αὐτοῦ νοεῖν.

Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας, κ. τ. ἑ. Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ Θεός (76) «Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.»

Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, κ. τ. ἐ. Κεφαλίδα βιβλίου (77) πᾶσαν τὴν νομικὴν λέγει Γραφήν· πᾶσαι γὰρ εἰς ἔν κεφαλαιοῦνται τὴν πρόῤῥησιν τὴν περὶ Χριστοῦ.

Τοῦ ποιῆσαι τὸ θέλημά σου, κ. τ. ἑ. Θέλημα λέγει (78) τοῦ Πατρὸς καθʼ ὅ ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου. « Οὐ γὰρ ἦλθον, φησὶ, ποιῆσαι τὸ θέλημα [*](7 Psal. CXLI, 3. 75 Abd. 16. Rom. LV, 17. 77 Psal. LXII, 9. 78 Joan. v, 30.) [*](ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθεν. Assimilatur araneæ propter fragilitatem quidquid peccator texit, quantumvis tenue, quantumvis varium exsistat, juxta illud Isaiæ: Telas araneæ texunl. Increpans igitur eum qui docebat, ait: Plagas et manum tuam intu etc. listi, et tabescere fecisti animam ejus, quam attenuasti, ob utilitatem ejas propriam. Nam quando deliciis fruebatur, in peccatum impingebat.)

1412
τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. »Καὶ τεθεὶς ὑπὲρ τῆς ἀπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἀμαρτίας θυσίας.

Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. Μεγάλη Ἐκκλησία (79) ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζειτο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ. Ἔγνω δὲ ταύτην αὐτοῦ, ὡς ἀποδεξάμενος καὶ οἰκειού μενος ὡς ἀδιαστάτως δὲ ἀπαγγέλλων. Ἔφη δέ· « Τὰ χείλη μου οὐ μὴ κωλύσω. » Οὐδὲ γὰρ κεκώλυκε· λαλεῖ δὲ δεῦρο δι᾿. εὐαγγελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων, οὐς ἄν τις καὶ Χριστοῦ χείλη καλέσειε. Περὶ δὲ τῆς δικαιοσύνης αὐτοῦ, ὡς κρείττονος οὕσης τῆς νομικῆς, παρεγγυῶν ἔλεγεν· « Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ τῶν Φαρισαίων.»

Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ήδυνήιην τοῦ βλέπειν, κ. τ. ἑ. Ἡ μνήμη τῶν παλαιῶν (80) πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ δισνοίᾳ. « Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Τουτέστι, τὰ περὶ ἡμᾶς ἀναίσθητα πληθύνεται κακὰ, ὧν πολλῶν γεγενη μένων, στερούμενοι τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. Ἱκετεύει δὲ ὁ λέγων ἐλέῳ φυλαχθῆναι, τῶν προτέρων μεμνη· μένος κακῶν πρὸς τὸ μὴ αὖθις περιπεσεῖν τοῖς αὺτοῖς. Καὶ ἡ ἀνάμνησις δὲ τῆς ἐπὶ τὰ κρείττονα μεταβοῆ, εὐχαρίστους ἐργάζεται καὶ προσεκτικούς. Κατασ χυνθείησαν καὶ ἐντραπείησαν ᾶμα οί ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτὴν, κ. τ. ἑ. Οὐ κατʼ οὐσίαν (81) ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν.

Ἐγὼ δέ πτωχός εὶμι, κ. τ. ἑ. Πρὸς τὴν τῶν ἐγαθῶν (82) κτῆσιν ἀσθενῶν, πτωχὸν καὶ πένητα ἑαυτὸν ὁμολογεῖ, καὶ τῷ Θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιῤῥίπτων τὴν μέριμναν ἐπὶ Κύριον, ὡς ἐπὶ κηδεμόνα.