Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κόρος, κ. τ. ἑ. Οὐδὲν οὕτως (34) ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν « Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, » φησὶν ὁ Ἀπόστολος.

Γινώσκει Κόριος τὰς ὀδοὺς τῶν ἀμώμων, κ. τ. ἑ. Ἕτερος· « Πρσῒδε (55) Κόριος τὰς ἡμέρας τῶν ἀμώμων. » Οὐχ ὑποστηρίζει μόνον αὐτοῖς τὴν ζωὴν ἀλλὰ καὶ οἶδε τὰς μελλούσας ἡμέρας, καὶ τὴν ἡτοιμασμένην κληρονομίαν. Οὐδὲν οὖν αὐτοὺς βλάψει τὸ πρὸς βραχὺ λυπεῖσθαι· γυμνάζονται γὰρ τῆ καρτερίᾳ, τὴν στενὴν καὶ τεθλιμρένην ὁδεύσντες, οὐκ αἱσχυνόμενοι ἐν καιρῷ πονηρῷ, ὅτεπερ ὀργὴν ἐπάγει τοῖς ἁμαρτωλοῖς. Ἀλλὰ καὶ νῦν οἱ μὲν ἐνδείᾳ ἀπολοῦνται λογικῆς τροφῆς οἱ δὲ τοῦ Θεοῦ κατατρυφήσουσιν εἰς πλησμονήν.

Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ. Κληρονομία ἐστὶ (36) τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ.

Οὐ κετοκσχυσνθήσονται ἐν καιρῷ πονηρῷ, κ. τ. ἑ. Καιρὸν πονηρὸν (37) λέγει τὸν τῆς κρίσεως χρόνον. « Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. »

Ἡμέρας λιμοῦ ὀνεμάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς. » Ἀκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον, κ. τ. ἑ. Τυῦτον τὸν καπνὸν (38) ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός.

[*](25 Rom. 1, II. 26 Joan. VI, 41.)[*]((28) Θυμός ἐστιν, etc. Eædem schedæ.)[*]((29) Τὸ ἐξολοθρευθῆναι, etc. Eædem.)[*]((30) Ἀμφίβσλος ἡ Δέβις, etc. Catena Corderii.)[*]((31) Τόπος, etc. Scbedæ Grabii.)[*]((32) Ἡ γῆ νῦν, etc. Eædem.)[*]((33) Κρεῖισσον ὀλίγη, etc. Eædem.)
1320

Τοῦ αὐτοῦ. Καπνὸς δὲ πυρὸς (39) σβεσθέντος σημεῖον. Καὶ οὗτοι δὲ, ὡς πῦρ καταφλέξαντες, ἀπεσβέσθησαν. Τοιοῦτοι οἱ καθʼ ἡμῶν διαλάμψαντες, ἀπόλλυνται οἱ ἁμαρτωλοὶ, οὐ τῷ ἐξ ὅλου διαλύεσθαι τὴν σύστασιν αὐτῶν, ἀλλὰ τῷ μηκέτι εἶναι ἀμαρτωλούς.

1368
1369
1388
1389
1409

Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ. Λάκκος ταλαιπωρίας (73) κακία καὶ ἀγνωσία. « Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. » Πέτρα ἐστὶ πίστις Χριστοῦ. «Καὶ κατεύθυνε τὰ διαβήματά μου·» διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων.