Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξει ἁμαρτωλὸς, κ. τ. ἑ. Ἀμφίβολος ἡ λέξις (30)· ἢ γὰρ ἀνύπαρκτος ἔσται ὁ ἁμαρτωλὸς, (ὅπερ οἴονται οἱ παντελῶς τοὺς φαύλους φθείρεσθαι λέγοντες οὐχ ὑγιῶς·) ἢ καθʼ ὃ ἁμαρτωλός ἐστιν, οὐχ ὑπάρξει.

Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. Τόπος (31) ἁμαρτωλοῦ ἡ κακία. Οἱ δὲ ποαεῖς κληροτομήσσυσι γῆν, κ. τ. ἑ. Ἡ γῆ νῦν (32) γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ· τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. « Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. » Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.

Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπέρ πλοῦτον ἁμαρτωλῶν πολὺν, κ. τ. ἑ. Κρεῖσσον ὀλίγη (33) γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σεφίας ἐθνῶν.

Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κόρος, κ. τ. ἑ. Οὐδὲν οὕτως (34) ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν « Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, » φησὶν ὁ Ἀπόστολος.

Γινώσκει Κόριος τὰς ὀδοὺς τῶν ἀμώμων, κ. τ. ἑ. Ἕτερος· « Πρσῒδε (55) Κόριος τὰς ἡμέρας τῶν ἀμώμων. » Οὐχ ὑποστηρίζει μόνον αὐτοῖς τὴν ζωὴν ἀλλὰ καὶ οἶδε τὰς μελλούσας ἡμέρας, καὶ τὴν ἡτοιμασμένην κληρονομίαν. Οὐδὲν οὖν αὐτοὺς βλάψει τὸ πρὸς βραχὺ λυπεῖσθαι· γυμνάζονται γὰρ τῆ καρτερίᾳ, τὴν στενὴν καὶ τεθλιμρένην ὁδεύσντες, οὐκ αἱσχυνόμενοι ἐν καιρῷ πονηρῷ, ὅτεπερ ὀργὴν ἐπάγει τοῖς ἁμαρτωλοῖς. Ἀλλὰ καὶ νῦν οἱ μὲν ἐνδείᾳ ἀπολοῦνται λογικῆς τροφῆς οἱ δὲ τοῦ Θεοῦ κατατρυφήσουσιν εἰς πλησμονήν.

Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ. Κληρονομία ἐστὶ (36) τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ.