Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, κ. τ. ἑ. Τῷ γὰρ φόβῳ (19) Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι, κ. τ. ἑ. Τὸ « εὑρεῖν (20) » ἀντὶ τοῦ « ἐπιγνὦναι » κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ.

Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, κ. τ. ἑ. Ἔτερός φησι (21)· « Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, » τουτέστιν ἐπαχθῆ, ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. « Οὐκ ἠβουλήθη συνιέναι » Δῆλον ἐκ τῶν εἰρημένων, ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστι τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ἔχειν ἐπὶ τῷ ἀγαθὰ ποιεῖν αὐτεξουσίου. Ἔτι δὲ πρὸς τούτοις « ἀνομίαν διελογίσατο, » καὶ τὰ ἐξῆς. Τοιοῦτόν ἐστι τό· « Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν, καὶ ἅμα τῇ [*](18 Gen. III, 5. 19 2. Cor. 7. 20 Mich II, 1.) [*]((13) Ἑλεῖν οὐ δυνηθέντες, etc. Catena Corderii,) [*]((14) Τῷ δικαίῳ, etc. Codex Coislinianus.) [*]((15) Ἔσεσθε γάρ, etc. Partim ex eodem codice, Bartim e schedis. Grabii.) [*]((16) Καὶ ὁ Παῦλός φησι, etc. Ex eodem codice, et hedis Grabii.) [*]((17) Οἱ μὲν εἰς Χρστόν, etc Ex codem codice.)

1316
ἡμέρᾳ συνετέλουν ταὐτά. » Οὕτως ὁ ἀνομίαν λαγισαμενος ἐπὶ τῆς κοίτης τυγχάνων παρίσταται πάπ ὀδῷ οὐκ ἀγαθῇ, τουτέστι πάσῃ πράξει πονηρᾷ, οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ· ἀποδεχόμενος αὐτὴν οὗσαν χειρίστην ἔξιν, πρακτικῶς ἄρχεται ὁδεάειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν.

Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀἰήθειά σου ἕως τῶν νεφελῶν, κ. τ. ἑ. Ἐντεῦθέν τινες (22) ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι ὧν ἐατι καὶ ὁ.

Μεθυσθήσοντα ἀπὸ πιόεητος οἵκου σου, κ. τ. ἑ. Ἀγαθὴ αὕτη μέθη (23), « καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστονῖ! » Ἐπείπερ δὲ χειμῶνες οἱ πειρασμοὶ, εἴη ἂν καὶ χείμαῤῥος τρυφῆς Θεοῦ ὁ διὰ τὴν ἐν πειρασμοῖς καρτερίαν μισθὸς,ποεαμηἐἰν ῥέων τοῖς ὑπερνικῶσιν ἐν αὐτοῖς διὰ τοῦ Ἰησοῦ Χριστοῦ.

Τοῦ αὐτοῦ. Ὁ ταύτην τὴν μέθην (24) μὴ ἐκτήφων οὐ δικαίως ποιεῖ· διὸ. ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· « Ἐκνήψατε δικαέως, καὶ μὴ ἁ Ὅτι παρὰ σοὶ. πηγὴ ζωῆς, κ. τι. ἑ. Εἱ ἡ πηγή ἐστιν ἡ ζωὴ, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστὸς, ἡ πηγή ἐστιν ὁ Χριστός. « Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. » Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστὸν, ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν Θεόν.

Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, κ. τ. ἑ. Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, στῶς ἔχει· πόδας; ?? τάχα περὶ τοῦ ζώου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερη?? φανίαν.