Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ὁ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, κ. τ. ἑ Νομίζω (9) περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν Κύριον τῆς δόξης ἐσταύ ρωσε.
Ῥυόμενος πτωχὸν ἐκ χειρός στερεωτέρων αὐτοῦ, κ. τ. ἑ. Ἐντεῦθεν (10) γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν.
Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῆ ψυχῇ μου, κ. τ. ἑ. Ἄτεκνός ἐσσι (11) ψύχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν.
Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχὴν μον. κ. τ. ἑ. Οὐδὲν οὕτω (12) ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. [*]((9) Νομίξω περὶ τοῦ, etc. Codex Coislin partimque Catena Barbari.) [*]( Ἐντεῦθεν, etc. Codex Colslinianus. (11) Ἄτεκνός ἐστι, etc. Schedæ Grabii, et catena Barbari.) [*]((12) Οὐδέν οὕτω, etc. Schedæ Grabii et codex Coislnianus, partiæque Catena Barbari)
Ἐπείρασάν με, ἐξεμυκτήρισάν με, μυκτηρισμῷ, κ. τ. ἑ. Ἑλεῖν οὐ δυνηθέντες (13) διʼ ὧν ἐπειράθησαν, χλεύη γοῦν παρεμυθοῦντο πρὸς ἐμὲ, καὶ δίκην θηρῶν ἀγρίων τοὺς ὀδόντας, καὶ τὴν ὀργίλην καὶ θυμωτικὴν αὐτῶν δύναμιν ἐπʼ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες, ἀπέτυχον.
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, κ. τ. ἑ. Τῷ δικαίῳ (14) διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες, ἀδίκως ἐχθραίνουσι.
Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο, κ. τ. ἑ. « Ἔσεσθε » γὰρ (15), φησὶν, « ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· » εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος.