Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι κ. τ. ἑ. Αὐτὸ τοῦτο (5) σωτηρία ἐστὶ ψυχῆς, τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· « Σωτηρία σου ἐγώ εἰμι· » καὶ ἐπʼ ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.

Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Εὐεργετοῦνται (6) οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. « Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. » Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.

Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, κ. τ. ἑ. Ὁδὸν ἀσεβῶν (7) τὸν μοχθηρὸν βίον ὀνομάζει, καθʼ ὄν τὴν πορείαν ἐποιήσαντο. Γενηθήτω αὐτοῖς « σκότος, παντὸς στερουμένη φέγγους, καὶ « ὀλίσθημα, » ὅπως μηδʼ ἑστάναι δύναιντο, ἀγγέλου Θεοῦ καταδιώκοντος. Ὁρᾷς δὲ ὡς αἱ ἀγγελικαὶ δυνάμεις ὅπλα εἰσὶ τοῦ Θεοῦ.

Ἐλθέτω αὐτῷ παγὶς, ἢν οὐ γινώσκει, κ. τ. ἑ. Σημειωτέον (8), ὅτι ἐν τοῖς προκειμένοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασι· κατὰ γὰς τὴν πρᾶξιν ἕκαστος τιμωρεῖται. Ἤ μᾶλλον ἀντὶ μελλόντων κέχρηται.

Καὶ ὁ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, κ. τ. ἑ Νομίζω (9) περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν Κύριον τῆς δόξης ἐσταύ ρωσε.

Ῥυόμενος πτωχὸν ἐκ χειρός στερεωτέρων αὐτοῦ, κ. τ. ἑ. Ἐντεῦθεν (10) γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν.

Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῆ ψυχῇ μου, κ. τ. ἑ. Ἄτεκνός ἐσσι (11) ψύχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν.

Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχὴν μον. κ. τ. ἑ. Οὐδὲν οὕτω (12) ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. [*]((9) Νομίξω περὶ τοῦ, etc. Codex Coislin partimque Catena Barbari.) [*]( Ἐντεῦθεν, etc. Codex Colslinianus. (11) Ἄτεκνός ἐστι, etc. Schedæ Grabii, et catena Barbari.) [*]((12) Οὐδέν οὕτω, etc. Schedæ Grabii et codex Coislnianus, partiæque Catena Barbari)

1313
« Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. » Κόλπον νῦν τὸν νοῦν ὀνομάζει.

Ἐπείρασάν με, ἐξεμυκτήρισάν με, μυκτηρισμῷ, κ. τ. ἑ. Ἑλεῖν οὐ δυνηθέντες (13) διʼ ὧν ἐπειράθησαν, χλεύη γοῦν παρεμυθοῦντο πρὸς ἐμὲ, καὶ δίκην θηρῶν ἀγρίων τοὺς ὀδόντας, καὶ τὴν ὀργίλην καὶ θυμωτικὴν αὐτῶν δύναμιν ἐπʼ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες, ἀπέτυχον.