Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντά με, κ. τ. ἑ. Εἰδὼς, ὅτι (1) τῶν ἀδεκησάντων αὐτὸν Ἰουδαίων παραπτώματι, καὶ πολεμησάντων αὐτὸν Ἰσραηλντῶν ἁμαρτήματι σωτηρία ἔστα τοῖς ἔθνεσιν, ὑπὲρ τῶν ἐθοῶν δυνάμεν εὔχεται, διὰ τὸ ἐκείνους δικασθῆναι καὶ πολεμηθῆναι. Τάχα δὲ καὶ ὡς πρὸς τὴν κρίσιν κουφίζονται οἱ ἐνταῦθα δκασθέντες καὶ πολεμηθέντες. Πάντες δὲ οἱ ἀδικοῦντες ἀδικοῦσι Χριστὸν, τὴν δικαιοσύνην καὶ οἱ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. Δικάζεν δὲ ὁ Κύριος τοὺς ἀδικοῦντας, τὴν ἐν αὐτοῖς. ἀδικίαν ἀπόλλυσιν. Οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπʼ ἀγαθῷ τῶν πολεμουμένω τοῦτο ποιῶν, ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες.

Τοῦ αὐτοῦ. Οὐδὲν οὕτως (2) ἀνθίσταται τοῖς δαύμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις.

Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθὶ εὶςβοήθειάν μοι, κ. τ. ἑ. ε Λήψεται πανοπλίαν (3) τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμοναν τῶν ἐχθρῶν. Ἐνδύσεται θώρακα δλαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. » Τούτων χρείᾳ φησίν· « Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ. » Ὥσπερ δὲ συγκόπτουσιν οἱ δίκαιοι τελειωθέντες τὰς μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· οὕτω μετὰ τὰς κολάσεις μεταποιήσει τὴν ἑαυτοῦ πανοπλίαν ὁ Θεὸς τὸν ζῆλον αὐτοῦ εἰς εἰρηνιεκὰ ἐνδύματα, καὶ τὸν θώρακα εἰς ποδήρη καὶ λόγιον, τὴν δὲ κόρυθα εἰς κίδαριν ἱερατικὴν, τὴν δὲ ἀσφάλειαν εἰς τὴν ἐν εἰρήνῃ ὁσιότητα, [*](14 Psal. L, 19. 15 Sap. v,18. Isa. 11, 4.) [*]((1) Εἲδὼς, ὄτε, etc. Catena Corderii.) [*]((2) Οὑδὲν οὔτως, etc. Codex Coislinianus, sche-)

1312
τὴν δὲ ὀργὴν εἰς χρηστότητα. Ἀγαθότης δὲ τὸ οὐ μόνον ἐκχυθῆναι, ἀλλὰ καὶ συγκλεισθῆναι ῥομφαίαν. Ἡ τοῦτό φησιν· Ἐπιλαβόμενος τοῦ καταλλήλου τοῦ θυρεοῦ, καὶ ὅπλου τῆς ἀληθείας, « ἀνάστα εἰς τὴν βοήθειάν μου· » τουτέστιν, ὑπέρμαχος γενοῦ. Καὶ τὸ, « Ἔκχεον ῥομφαίαν, » ἀντὶ τοῦ, Γύμνωσον, λέγει· τὸ δὲ, « Σύγκλεισον ἐξ ἐνανίας τῶν καταδιωκόντων με, » ἀντὶ τοῦ, Ἀπάντησον καὶ περίκλεισον αὐτοῖς τὸν δρόμον, ξίφει τὴν ὁρμὴν αὐτῶν ἀπείργων.

Τοῦ αὐτοῦ. Εἰ ὁ νικήσας (4) ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον· « Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον· » Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστοῦ.

Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι κ. τ. ἑ. Αὐτὸ τοῦτο (5) σωτηρία ἐστὶ ψυχῆς, τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· « Σωτηρία σου ἐγώ εἰμι· » καὶ ἐπʼ ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.

Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Εὐεργετοῦνται (6) οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. « Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. » Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.

Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, κ. τ. ἑ. Ὁδὸν ἀσεβῶν (7) τὸν μοχθηρὸν βίον ὀνομάζει, καθʼ ὄν τὴν πορείαν ἐποιήσαντο. Γενηθήτω αὐτοῖς « σκότος, παντὸς στερουμένη φέγγους, καὶ « ὀλίσθημα, » ὅπως μηδʼ ἑστάναι δύναιντο, ἀγγέλου Θεοῦ καταδιώκοντος. Ὁρᾷς δὲ ὡς αἱ ἀγγελικαὶ δυνάμεις ὅπλα εἰσὶ τοῦ Θεοῦ.

Ἐλθέτω αὐτῷ παγὶς, ἢν οὐ γινώσκει, κ. τ. ἑ. Σημειωτέον (8), ὅτι ἐν τοῖς προκειμένοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασι· κατὰ γὰς τὴν πρᾶξιν ἕκαστος τιμωρεῖται. Ἤ μᾶλλον ἀντὶ μελλόντων κέχρηται.

Καὶ ὁ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, κ. τ. ἑ Νομίζω (9) περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν Κύριον τῆς δόξης ἐσταύ ρωσε.

Ῥυόμενος πτωχὸν ἐκ χειρός στερεωτέρων αὐτοῦ, κ. τ. ἑ. Ἐντεῦθεν (10) γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν.

Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῆ ψυχῇ μου, κ. τ. ἑ. Ἄτεκνός ἐσσι (11) ψύχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν.

Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχὴν μον. κ. τ. ἑ. Οὐδὲν οὕτω (12) ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. [*]((9) Νομίξω περὶ τοῦ, etc. Codex Coislin partimque Catena Barbari.) [*]( Ἐντεῦθεν, etc. Codex Colslinianus. (11) Ἄτεκνός ἐστι, etc. Schedæ Grabii, et catena Barbari.) [*]((12) Οὐδέν οὕτω, etc. Schedæ Grabii et codex Coislnianus, partiæque Catena Barbari)

1313
« Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. » Κόλπον νῦν τὸν νοῦν ὀνομάζει.

Ἐπείρασάν με, ἐξεμυκτήρισάν με, μυκτηρισμῷ, κ. τ. ἑ. Ἑλεῖν οὐ δυνηθέντες (13) διʼ ὧν ἐπειράθησαν, χλεύη γοῦν παρεμυθοῦντο πρὸς ἐμὲ, καὶ δίκην θηρῶν ἀγρίων τοὺς ὀδόντας, καὶ τὴν ὀργίλην καὶ θυμωτικὴν αὐτῶν δύναμιν ἐπʼ ἐμὲ ἔβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες, ἀπέτυχον.

Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, κ. τ. ἑ. Τῷ δικαίῳ (14) διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες, ἀδίκως ἐχθραίνουσι.

Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο, κ. τ. ἑ. « Ἔσεσθε » γὰρ (15), φησὶν, « ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· » εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος.

Μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησι (16) περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος· « Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. »

Ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμὲ, κ. τ. ἑ. Οἱ μὲν εἰς τὸν Χριστὸν (17) βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν

Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ, κ. τ. ἑ. Ἀγγέλων μὲν (18) τὸ διὰ παντὸς μεγαλύνειν τὸν Κύριον· ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν.