Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή, μου, κ, τ. ἑ. Οὐκ. ἐν ἄλλῳ τινὶ (92) ἐπαινεθήσομα, ἀλλ᾿ ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν.

Ἐξεζήτησα τὸν Κύριαν. καὶ ἐπήκουσέ μου, κ, τ. ἑ. « Πᾶς γὰρ (93) ὁ ζητῶν εὑρίσκει· ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει

Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. Διὰ μὲν πολτείας (92) ὀρθῆς προσε ρχόμεθα, διά δὲ γνώσεως φωτιζόμεθα. « Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. »

Οὗτος ὁ πτωχὸς ἐκέσρξε, καὶ ὁ Κύριος εὶσήκουσεν αὐτοῦ, κ. τ. ἑ. Οὐ πάντων (95) ἐπακαούει τῶν κραζόντων ὁ. Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ.

Παρεμβαλεῖ ᾶγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, κ. τ. ἑ. Ὁ ἄγγελος (96) τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἶς ὤν.

Γεύσασθε, καὶ ἵδετε, ὅτι χρηστὸς ὁ Κύριος, κ. τ. ἑ. Εἰ γευστός ἐστιν (97) ὁ Κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεως ἐστι χρηστός.

Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, κ. τ ἑ. Εἰ οὐκ ἔστιν (98) ὑστέρημα τοῖς φο βουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν « ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; » Ἀλλʼ εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει.