Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀγαλλιᾶσθε, δίκπιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἱ Κύριος (78) ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ αλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (79) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοούμενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλτήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοΐ, ψαλμοὺς λέγων πνευματικοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἤ « δεκαχόρδῳ» ἀντὶ τοῦ « δεκανεύρῳ·» χορδὴ γὰρ ἡ νευρά. Δεκάχορδον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς. διʼ ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης.

ᾌσατε αὐτῷ ᾇσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω (80) ἀνακαινούμενος ἄνθρωπον, ἄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρωπον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμφον κατʼ εἰκόνα τοῦ κτίσαντος.

Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, κ. τ. ἑ. Ἀντὶ τοῦ (81),ἐλεήμονα καὶ διακριτικόν.

Τοῦ αὐτοῦ. Ἀγαπᾷ « ἐλεημοσύνην (82), » καθʼ ἢν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ «κρἱσιν, [*](bii, et Gatena Barbari.) [*]((79) Κλθάρα ἐστί, etc. Schedæ Grabii, codex Coislinianus, partimque Barbarus et Corderius.) [*]((80) Ὁ κατὰ τὸν ἔσω, etc. Schedæ Grabii, et Catena Corderii.) [*]((81) Ἀντὶ τοῦ, etc. Codex Coislinianus.) [*]((82) Ἀγαπᾷ ἐλεημοσύνην, etc. Catena Corderii.)

1305
» καθʼ ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα. Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λογισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· « Κρίμα δίκαιον κρίνατε. » Ὅτε δὲ « τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, » βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.

Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, κ. τ. ἑ. Οἱ λόγοι (83) τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. Φοβηθήτω τὸν Κόρον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ, ἑ. Τοῦτο ἐν τῇ παρουσίᾳ(84) τοῦ Θεοῦ πεπλήρωται, ὅτε πᾶσα ἡ γῆ Χριστοῦ Ἐκκλησίαις πεπλήρωτο. Τάχα λέγοιτʼ ἄν· Οἱ μὲν ἄνθρωποι, ἀγαπήσατε, ἡ δὲ γῆ φοβηθήτω. Οἱ δὲ τὴν οἰκουμένην Ἐκκλησίας τοῦ Θεοῦ κατοικοῦντες, οὐκ ἀναισθητοῦντες τοῦ Κυρίου, ἀπʼ αὐτοῦ σαλεύονται, πληροῦντες τὴν προκειμένην ἐντολήν. οἱ ἀπὸ λόγου τοῦ Θεοῦ κινούμενοι ἀπʼ αὐτοῦ σαλεύονται, ζῶντος ἐν αὐτοῖς τοῦ Χριστοῦ.

Τοῦ αὐτοῦ. Σάλος ἐστὶν (85) ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιν μετάθεσις.