Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀγαλλιᾶσθε, δίκπιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἱ Κύριος (78) ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ αλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (79) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοούμενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλτήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοΐ, ψαλμοὺς λέγων πνευματικοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἤ « δεκαχόρδῳ» ἀντὶ τοῦ « δεκανεύρῳ·» χορδὴ γὰρ ἡ νευρά. Δεκάχορδον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς. διʼ ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης.

ᾌσατε αὐτῷ ᾇσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω (80) ἀνακαινούμενος ἄνθρωπον, ἄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρωπον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμφον κατʼ εἰκόνα τοῦ κτίσαντος.

Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, κ. τ. ἑ. Ἀντὶ τοῦ (81),ἐλεήμονα καὶ διακριτικόν.

Τοῦ αὐτοῦ. Ἀγαπᾷ « ἐλεημοσύνην (82), » καθʼ ἢν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ «κρἱσιν, [*](bii, et Gatena Barbari.) [*]((79) Κλθάρα ἐστί, etc. Schedæ Grabii, codex Coislinianus, partimque Barbarus et Corderius.) [*]((80) Ὁ κατὰ τὸν ἔσω, etc. Schedæ Grabii, et Catena Corderii.) [*]((81) Ἀντὶ τοῦ, etc. Codex Coislinianus.) [*]((82) Ἀγαπᾷ ἐλεημοσύνην, etc. Catena Corderii.)

1305
» καθʼ ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα. Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λογισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· « Κρίμα δίκαιον κρίνατε. » Ὅτε δὲ « τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, » βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.

Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, κ. τ. ἑ. Οἱ λόγοι (83) τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. Φοβηθήτω τὸν Κόρον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ, ἑ. Τοῦτο ἐν τῇ παρουσίᾳ(84) τοῦ Θεοῦ πεπλήρωται, ὅτε πᾶσα ἡ γῆ Χριστοῦ Ἐκκλησίαις πεπλήρωτο. Τάχα λέγοιτʼ ἄν· Οἱ μὲν ἄνθρωποι, ἀγαπήσατε, ἡ δὲ γῆ φοβηθήτω. Οἱ δὲ τὴν οἰκουμένην Ἐκκλησίας τοῦ Θεοῦ κατοικοῦντες, οὐκ ἀναισθητοῦντες τοῦ Κυρίου, ἀπʼ αὐτοῦ σαλεύονται, πληροῦντες τὴν προκειμένην ἐντολήν. οἱ ἀπὸ λόγου τοῦ Θεοῦ κινούμενοι ἀπʼ αὐτοῦ σαλεύονται, ζῶντος ἐν αὐτοῖς τοῦ Χριστοῦ.

Τοῦ αὐτοῦ. Σάλος ἐστὶν (85) ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιν μετάθεσις.

Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαιν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. Ἡ μὲν γένεσις (86) τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ· ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· « Εἴ τις » γὰρ « ἐν Χριστῷ καινὴ κτίσις, » ἀνακαινίζεται.

Κύριος διασκεδάει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. Αἱ βουλαὶ τῶν ἐθνῶν (87), καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ « πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. »

Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. Ὁ μόνος πλάσας (88) μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης.

Ῥσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λμῷ, κ. τ. ἑ. Πρότερον δεῖ (89) τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθʼ οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει.

Ἡ σὲ ψυχὴ ἡμῶν ὑπομενε τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, κ. τ. ἑ. Ἡ τοῦ δικαίου (89*) καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλʼ ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ.

[*](⁵ Psal. XVIII, 19 et XXXV, 7. 6 Joan. VII, 24. 7 Matth. v, 45. 8II Cor. v, 17. 9 l Tim. 11, 4.)[*]((85) Οἱ λδγοι, etc. Schedæ Grabii, codex Coislinianus, et Catena Barbari.)[*]((84) Τοῦτο ἐν τῇ παρουσίᾳ, etc. Catena Corderii.)[*]((85) Σάλος ἐστίν, etc Codex Coislinianus, et sche læ Grabii.)[*]((86) Ἡ μὲν γένεσις, etc. Codex Coislinianus.)