Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ καυχᾱσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εἰ οἱ καυχώμενοι (76) εὐθεῖς εἰσι τῇ καρδίᾳ. οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ.

Τοῦ αὐτοῦ. Εὐλόγως καυχήσεται (77) ὁ εὐθὺς τῇ καρδίᾳ. Εὔλογον δὲ καὶ τὸ καυχᾶσθαι ἐν ταῖς θλίψεσι. Μήποτε εὐθύς ἐστι τῇ καρδίᾳ ὁ καυχώμενος ἐν θλίψεσι.

Ἀγαλλιᾶσθε, δίκπιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἱ Κύριος (78) ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ αλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (79) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοούμενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλτήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοΐ, ψαλμοὺς λέγων πνευματικοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἤ « δεκαχόρδῳ» ἀντὶ τοῦ « δεκανεύρῳ·» χορδὴ γὰρ ἡ νευρά. Δεκάχορδον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς. διʼ ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης.

ᾌσατε αὐτῷ ᾇσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω (80) ἀνακαινούμενος ἄνθρωπον, ἄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρωπον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμφον κατʼ εἰκόνα τοῦ κτίσαντος.